previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐσεβίῳ ἑταίρῳ συστατικὴ ἐπὶ Κυριακῷ πρεσβυτέρῳ

Εὐθὺς καὶ κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει, ὅσον ἠθύμησα διαμαρτών σου, τί δεῖ καὶ λέγειν πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα, τῷ τὰ 1 ὅμοια πεπονθέναι; ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄριστον Εὐσέβιον, καὶ περιπτύξασθαι, καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν, καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκείνων, ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἕν, καὶ ἑστία μία, καὶ παιδαγωγὸς αὐτός, καὶ ἄνεσις, καὶ σπουδή, καὶ τρυφή, καὶ ἔνδεια, καὶ πάντα ἡμῖν ἐξ ἴσου 2 πρὸς ἀλλήλους ὑπῆρχε. πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ, καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον, νέον δοκεῖν [p. 144] πάλιν ἐκ γέροντος γεγενῆσθαι; ἀλλ̓ ἐκείνων μέν με διέφυγεν ἀπόλαυσις, τὸ δὲ διὰ γράμματος ἰδεῖν σου τὴν λογιότητα, καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι, οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμωτάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου: ὃν αἰσχύνομαι συνιστῶν σοι καὶ οἰκεῖον ποιῶν δἰ ἐμαυτοῦ, μή ποτε δόξω περίεργόν τι ποιεῖν σοὶ προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα. ἀλλ̓ ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας, καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόντων χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγώ, οὐδεμίαν γνωρίζων κατ̓ αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόντων τὰς χεῖρας, τῶν μὴ φοβουμένων τὸν Κύριον, ἐπήρειαν. καίτοιγε εἴ τι 3 ἐγεγόνει παῤ αὐτῶν, οὔθ̓ οὕτως ἀνάξιος ἦν ἀνήρ: οἱ δὲ 4 ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν, ἀφαιροῦνταί τι τῆς ὑπαρχούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. πλὴν ἀλλ̓, ὅπερ ἔφην, οὐδὲ κατεπενοήθη τι τοῦ ἀνδρός. ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾷν, σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος. [p. 146]

1 ou) lo/gou... ei)do/ta, tw=| ta\ ou) lo/gwn... ei)do/ta ta/ editi anti#3ui.

2 i)/shs editi anti#3ui.

3 tis editi anti#3ui.

4 oi( de\ ei) ga\r editi anti#3ui.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: