previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τοῖς Δυτικοῖς 1

Κύριος Θεὸς ἡμῶν, ἐφ̓ ὃν 2 ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι 3 χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε, ἔκ τε τῶν γραμμάτων ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν, καὶ ἐκ τῆς συμπαθείας τῶν καθ̓ ἡμᾶς λυπηρῶν ἣν συνεπαθήσατε ἡμῖν, ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς [p. 90] ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλ̓ οὖν φέρει τινὰ ἡμῖν 4 ῥᾳστώνην τὸ ἑτοίμους 5 ἔχειν τοὺς ἰατρούς, δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν 6 τῶν ἀλγημάτων τὴν ἴασιν. διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν καὶ προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν Κύριος ἄδειαν τοῦ ὡς 7 ἡμᾶς ἀφικέσθαι, 8 μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν. ἐντολῆς γάρ ἐστι τῆς μεγίστης τῶν ἀσθενούντων ἐπίσκεψις. εἰ δὲ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται, 9 ἀλλ̓ ἐπιστείλατε ἡμῖν ὅσα παῤ ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν επ̓ αὐτοῖς θλίψις: καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ Κύριος δἰ ὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν. Τὸ μὲν οὖν 10 ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι: οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως [p. 92] ἐμβάλλοντες 11 βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν ἀνατολὴν ἐκκλησίας δημοσιευθῆναι, ἵνα ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι 12 τοῖς πλησιάζουσιν. ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε 13 τοὺς 14 ταραχὰς παῤ ἡμῖν 15 ἐργαζομένους: καὶ ταῖς ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε. 16 μὲν γὰρ παῤ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς, 17 ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων: ὑμεῖς δέ, ὅσον μακρὰν αὐτῶν 18 ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ 19 καὶ τὴν παρὰ 20 τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος. Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων 21 λύπην, Εὐστάθιος ἐκ τῆς Σεβαστείας τῆς 22 κατὰ τὴν μικρὰν Ἀρμενίαν: ὅς, πάλαι [p. 94] μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ 23 Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαν ὑπ̓ αὐτοῦ δεξάμενος, 24 μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. 25 καὶ τυχὼν τῆς ἐπισκοπῆς ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, δέδρακε 26 μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς 27 τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκατατάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν προετάθη αὐτῷ παρὰ τοῦ [p. 96] μακαριωτάτου ἐπισκόπου Αιβερίου, τίνα δὲ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀποκατέστη τῷ τόπῳ. οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφ̓ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ δύναμις τοῦ ἀδικεῖν τὰς ἐκκλησίας, καὶ τῇ παῤ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς ἐκκλησίαις τίνα μέν ἐστιν ἐφ̓ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε πατέρων. Δεύτερος μετ̓ αὐτόν ἐστιν Ἀπολινάριος, οὐ μικρῶς καὶ αὐτὸς τὰς ἐκκλησίας παραλυπῶν. τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην, παρακούσας τοῦ ἐγκλήματος 28 τοῦ λέγοντος, ὅτι Φύλαξαι ποιῆσαι βιβλία πολλά: ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας, οὐκ [p. 98] ἐκ γραφικῶν ἀποδείξεων, ἀλλ̓ ἐξ ἀνθρωπίνων ἀφορμῶν 29 τὴν κατασκευὴν ἔχοντα: ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν 30 λατρείαν, καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι, καὶ σαββατίζειν, καὶ βρωμάτων ἀπέχεσθαι, καὶ θυσίας προσοίσειν Θεῷ, καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ, καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; εἶτα καὶ τὰ περὶ σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν 31 ταραχήν, ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα: οἱ δὲ πολλοί, ταῖς καινοτομίαις προσέχοντες, ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων. μέντοι Παυλῖνος, εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε: ἡμᾶς δὲ λυπεῖ, τοῖς Μαρκέλλου προσπεπονθὼς 32 δόγμασι, καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ [p. 100] προενεχθέντα καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν: ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. τούτων τὴν ἐπιμέλειαν γενέσθαι παῤ ὑμῶν ἐπιζητοῦμεν. γένοιτο δ̓ ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶκαι κοινωνικούς, εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπ̓ αὐτῶν. καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν, οὐδὲ αὐτοὶ ἀγνοοῦμεν: ἀλλ̓ ἐπειδὴ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι 33 βλαβερόν, τῆς ἀπ̓ 34 αὐτῶν βλάβης ἐρριξωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παῤ ἑαυτῶν ἀναδιδάξαντες, κινήσωσιν 35 ὑμῶν τὴν εὐλάβειαν εἰς τὸ παρασχέσθαι τὴν ἐπιζητουμένην 36 βοήθειαν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.

1 e)pisko/pois peri\ *eu)staqi/ou *sebasthnou=, kai\ *)apollinari/ou, kai\ *pauli/nou, kai\ th=s e(ka/stou ai(re/sews.

2 w(=| E.

3 para/sxh| E.

4 om. E.

5 e(toi/mws E.

6 e)pa/gein editi anti#3ui.

7 pro\s E, Harl.

8 poreu/esqai tres alii MSS.; poreu/sesqai duo MSS.

9 om. E.

10 tamieu/setai Reg. sec. Coisl. sec.

11 th\n add. E.

12 metadou=nai E, Med.

13 gnwri/shtai E.

14 ta\s add. E.

15 kai\ ta\ ska/ndala editi anti#3ui.

16 katasth/shte E.

17 toi=s polloi=s om. E.

18 au)toi=s E, Med.; tosou=ton editi anti#3ui.

19 to\ E.

20 om. E.

21 karaskeuazo/ntwn E, editi anti#3ui.

22 om. E.

23 om. Med.

24 *eu)sta/qios add. editi anti#3ui.

25 prosballo/menos editi anti#3ui.

26 e)/grayen sex MSS.

27 a)pela/sqei\s E.

28 e)nta/lmatos alius MS.; e)kklhsiastikou= editi anti#3ui.

29 logismw=n Coisl. sec., Reg. sec.

30 a)postre/fein E, prosa/gein duo alii.

31 om. E.

32 propeponqw\s E, Med.; pepoiqw/s editi anti#3ui.

33 a)nabale/sqai E.

34 u(p) editi anti#3ui.

35 kinh/swmen E.

36 e)pi\ tou= zhtoume/nou E.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: