previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρὸς Ἰταλοὺς καὶ Γάλλους ἐπισκόπους, περὶ

τῆς καταστάσεως καὶ συγχύσεως τῶν ἐκκλησιῶν. Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ῾̣̣̓μοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας. Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθ̓ ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως, κατὰ τὴν τῶν μελῶν συμφωνίαν. διόπερ εἰ καὶ πλεῖστον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. ἐπεὶ οὖν οὐ δύναται κεφαλὴ τοῖς ποσὶν εἰπεῖν, χρείαν ὑμῶν οὐκ ἔχω, πάντως [p. 436] οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν τοῖς δοξαζομένοις ἐν τῇ εἰρήνῃ, ἐχαρίσατο ὑμῖν Κύριος. ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν: ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν, οὐ συνεχωρήθητε διαναστῆναι πρὸς τὴν ἀντίληψιν ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθ̓ ὑμᾶς οἰκουμένης φανερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν: εἰ δὲ τοῦτο δύσκολον, ἀλλ̓ ἐλθεῖν τινας παῤ ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵν̓ ὀφθαλμοῖς ὑποβάλωσι τὰ πάθη τῆς ἀνατολῆς, ἅπερ ἀκοαῖς ἀδύνατον παραδέξασθαι, τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα. Διωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν βαρύτατος. διώκονται γὰρ ποιμένες, ἵνα διασκορπισθῶσι τὰ ποίμνια. καὶ τὸ βαρύτατον, ὅτι οὔτε οἱ μὲν κακούμενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οὔτε οἱ λαοὶ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι, διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι. ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. διὰ τοῦτο ἀπελαύνονται μὲν τῶν [p. 438] πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. οὐ πολιὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ἀπὸ μόνης συκοφαντίας ἑάλωσαν, καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. τινὲς δὲ οὔτε ἐγνώρισαν κατηγόρους, οὔτε εἶδον δικαστήρια, οὔτε ἐσυκοφαντήθησαν τὴν ἀρχήν, ἀλλ̓ ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασθέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν, ταῖς ἐκ τῆς ἐρημίας κακοπαθείαις παραδοθέντες εἰς θάνατον. τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν: φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, καὶ παντὸς τοῦ κλήρου λεηλασία. ἀνάγκη γὰρ προσκυνῆσαι τῇ εἰκόνι, τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. στεναγμοὶ λαῶν, δάκρυον διηνεκὲς καὶ κατ̓ οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων πάσχουσιν. οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν, ὥστε πατρὸς στερηθείς, πράως φέρειν τὴν ὀρφανίαν. ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. μία φωνὴ ἐλεεινὰ π̣̣̔̓ντων καὶ σκυθρωπὰ φθεγγομένων. [p. 440] ἐξῇρται χαρὰ καὶ εὐφροσύνη πνευματική. εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί: οἶκοι προσευχῶν ἀπεκλείσθησαν: ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳδίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλλίαμα, τὸ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγινόμενον τῶν πιστευόντων εἰς Κύριον. ἡμῖν πρέπει λέγειν, ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, οὔτε προφήτης, οὔτε ἡγούμενος, οὔτε προσφορά, οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου, καὶ εὑρεῖν ἔλεος. Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης, τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ποιεῖσθαι ἡμᾶς νομίζειν προσῆκεν, οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. οἴδαμεν γάρ, ὅτι οὐκ ἄν ποτε ἐπιλάθοισθε ἡμῶν, οὐ μᾶλλόν γε μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. ἀλλ̓ ἐπειδὴ οἱ [p. 442] περιωδυνίᾳ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν: οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δἰ ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς ἐξαγγέλλομεν, εἴ πως ἄν, σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες, δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν, καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆσεσθαι εἰς ἡμᾶς. νῦν δὲ φοβούμεθα, μήποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν καταναλώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως: καὶ δέος ἐστί, μὴ τὰς ἡμετέρας ἐκκλησίας καταφαγοῦσα, ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθ̓ ὑμᾶς παροικίας. τάχα μὲν οὖν διὰ τὸ παῤ ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν, πρῶτοι παρεδόθημεν εἰς κατάβρωσιν τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Θεοῦ: τάχα δέ, καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι ἐπειδὴ τὸ εὐαγγέλιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρός, τὰ τῆς ἀποστασίας σπέρματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν [p. 444] οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. ἐφ̓ οὓς γὰρ ἔλαμψεν φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ. Ὑμέτερα οὖν λογίσασθε τὰ πάθη ἡμῶν, ὡς γνήσιοι μαθηταὶ τοῦ Κυρίου. οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, οὐχ ὑπὲρ ἄλλου τινὸς τῶν προσκαίρων καταπολεμούμεθα, ἀλλ̓ ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαινούσης πίστεως, ἑστήκαμεν ἀγωνιζόμενοι. συναλγήσατε ἡμῖν, φιλάδελφοι, ὅτι ἀποκέκλεισται μὲν παῤ ἡμῖν τῶν εὐσεβούντων τὰ στόματα, ἤνοικται δὲ πᾶσα θρασεῖα καὶ βλάσφημος γλῶσσα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν. οἱ στῦλοι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας ἐν διασπορᾷ, ἡμεῖς δέ, οἱ διὰ σμικρότητα παροφθέντες, ἀπαρρησίαστοι. ἀγωνιάσατε ὑπὲρ τῶν λαῶν: καὶ μὴ τὸ καθ̓ ἑαυτοὺς σκοπεῖτε μόνον, ὅτι ἐν λιμέσιν εὐδίοις ὁρμίζεσθε, τῆς τοῦ Θεοῦ χάριτος πᾶσαν ὑμῖν σκέπην χαρισαμένης ἀπὸ τῆς ζάλης τῶν πνευμάτων τῆς πονηρίας. ἀλλὰ καὶ ταῖς χειμαζομέναις τῶν ἐκκλησιῶν χεῖρα ὀρέξατε, μήποτε ἐγκαταλειφθεῖσαι, παντελῶς ὑπομείνωσι τῆς πίστεως τὸ ναυάγιον. στενάξατε ἐφ̓ ἡμῖν ὅτι Μονογενὴς βλασφημεῖται, καὶ ἀντιλέγων οὐκ ἔστι. τὸ Πνεῦμα τὸ ἅγιον ἀθετεῖται, καὶ δυνάμενος ἐλέγχειν ἀποδιώκεται. πολυθεΐα κεκράτηκε. μέγας Θεὸς παῤ αὐτοῖς καὶ μικρός. Υἱὸς οὐχὶ φύσεως [p. 446] ὄνομα, ἀλλὰ τιμῆς τινος εἶναι προσηγορία νενόμισται: τὸ Πνεῦμα τὸ ἅγιον, οὐ συμπληρωτικὸν εἶναι τῆς ἁγίας Τριάδος, οὐδὲ κοινωνὸν τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλ̓ ἕν τι τῶν ἐκ τῆς κτίσεως, εἰκῆ καὶ ὡς ἔτυχε, Πατρὶ καὶ Υἱῷ προσερρῖφθαι. τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας πολλάς, τὸν ταῖς πονηραῖς ταύταις διδασκαλίαις πρὸς τὴν ἀπώλειαν συνωθούμενον. παρασύρονται τῶν ἀκεραιοτέρων αἱ ἀκοαί: εἰς συνήθειαν λοιπὸν ἦλθον τῆς αἱρετικῆς δυσσεβείας. συνεκτρέφεται τὰ νήπια τῆς Ἐκκλησίας τοῖς λόγοις τῆς ἀσεβείας. τί γὰρ καὶ ποιήσουσι; βαπτίσματα παῤ ἐκείνοις, προπομπαὶ τῶν ἐξοδευόντων, ἐπισκέψεις τῶν ἀσθενούντων, παρακλήσεις τῶν λυπουμένων, βοήθειαι τῶν καταπονουμένων, ἀντιλήψεις παντοδαπαί, μυστηρίων κοινωνίαι: πάντα, δἰ ἐκείνων ἐπιτελούμενα, σύνδεσμος γίνεται τοῖς λαοῖς τῆς πρὸς αὐτοὺς ὁμονοίας: ὥστε μικροῦ χρόνου προελθόντος, μηδ̓ εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι τοὺς ὑπὸ τῆς χρονίας ἀπάτης κατασχεθέντας, πάλιν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀνακληθῆναι. Τούτων ἕνεκεν πολλοὺς ἡμᾶς ἐχρῆν συνδραμεῖν πρὸς τὴν ὑμετέραν σεμνότητα, καὶ ἕκαστον τῶν ἑαυτοῦ πραγμάτων ἐξηγητὴν γενέσθαι. νῦν δὲ καὶ αὐτὸ τοῦτο δεῖγμα γενέσθω ὑμῖν τῆς κακοπαθείας, ἐν διάγομεν, ὅτι οὐδ̓ ἀποδημίας ἐσμὲν κύριοι. εἰ γάρ τις καὶ πρὸς τὸ βραχύτατον τῆς [p. 448] ἐκκλησίας ἑαυτοῦ ἀποσταίη, ἐκδότους ἀφήσει τοὺς λαοὺς τοῖς ἐφεδρεύουσιν. ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι ἕνα ἀπεστείλαμεν ἀντὶ πολλῶν, τὸν εὐλαβέστατον καὶ ἀγαπητὸν ἀδελφὸν ἡμῶν Δωρόθεον τὸν συμπρεσβύτερον: ὃς καὶ ὅσα διαπέφευγεν ἡμῶν τὰ γράμματα τῇ παῤ ἑαυτοῦ διηγήσει δυνατός ἐστιν ἀναπληρῶσαι, παρηκολουθηκὼς πᾶσι μετὰ ἀκριβείας, καὶ ζηλωτὴς ὑπάρχων τῆς ὀρθῆς πίστεως. ὃν προσδεξάμενοι ἐν εἰρήνῃ διὰ ταχέων ἡμῖν ἀποπέμψατε, ἀγαθὰ ἡμῖν εὐαγγέλια φέροντα τῆς σπουδῆς ὑμῶν, ἣν ἔχετε πρὸς τὸ ἀντιλαμβάνεσθαι τῆς ἀδελφότητος.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: