previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τῷ αὐτῷ Ἀμφιλοχίῳ.

Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν περὶ τοῦ ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν ἡμέραν τοῦ τέλους καὶ τὴν ὥραν, καὶ μάλιστα συνεχῶς προβαλλόμενον παρὰ τῶν Ἀνομοίων ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς εἰς ἀπόδειξιν τοῦ κατὰ τὴν οὐσίαν ἀνομοίου, καὶ τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως, ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν, οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσθαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα τὴν εἴδησιν τῶν ὅλων τῇ προγνωστικῇ ἑαυτοῦ καὶ ἐπιβλητικῇ τῶν μελλόντων δυνάμει, τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη. τοίνυν ἐκ παιδὸς παρὰ τῶν πατέρων ἠκούσαμεν, καὶ διὰ τὴν πρὸς τὰ καλὰ φιλίαν ἀβασανιστως παρεδεξάμεθα, ταῦτα εἰπεῖν ἔχομεν, τῶν μὲν Χριστομάχων τὴν ἀναισχυντίαν οὐ διαλύοντα ῾τίς γὰρ ἂν καὶ φανείη λόγος τῆς ὁρμῆς αὐτῶν ἰσχυρότερος;᾿: τοῖς δὲ ἀγαπῶσι τὸν Κύριον, καὶ τῆς ἐκ τοῦ λόγου ἀποδείξεως ἰσχυροτέραν τὴν ἐκ πίστεως πρόληψιν κεκτημένοις, ἀρκοῦσαν ἴσως παρεχόμενα τὴν πληροφορίαν. [p. 388] Ὅτι τὸ οὐδεὶς καθολικὸν μὲν εἶναι δοκεῖ ῥῆμα, ὡς μηδὲ ἓν πρόσωπον διὰ τῆς φωνῆς ταύτης ὑπεξῃρῆσθαι: ἔστι δὲ οὐχ οὕτω παρὰ τῇ Γραφῇ ἀναφερόμενον, ὡς τετηρήκαμεν ἐπὶ τοῦ, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς Θεός. οὐδὲ γὰρ ἐκεῖ ἑαυτὸν ἔξω τιθεὶς τῆς τοῦ ἀγαθοῦ φύσεως Υἱός, ταῦτα λέγει. ἀλλ̓ ἐπειδὴ τὸ πρῶτον ἀγαθὸν Πατήρ, τὸ οὐδεὶς συνυπακουομένου τοῦ πρῶτος, εἰρῆσθαι πιστεύομεν. καὶ τὸ Οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ Πατήρ. οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ, ἀλλὰ πρώτῳ τῷ Πατρὶ ὑπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύσεως μαρτυρεῖ. οὕτω καὶ τὸ Οὐδεὶς οἶδε τὴν πρώτην εἴδησιν τῶν τε ὄντων καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος, καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύντος εἰρῆσθαι νομίζομεν. ἐπεὶ πῶς ταῖς λοιπαῖς μαρτυρίαις τῆς Γραφῆς ἀκολουθεῖ τὸ ῥητόν, ταῖς κοιναῖς ἡμῶν ἐννοίαις συμβαίνειν δύναται, τῶν πεπιστευκότων εἰκόνα δὲ εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ, εἰκόνα δέ, οὐ χαρακτῆρος σωματικοῦ, ἀλλ̓ αὐτῆς τῆς θεότητος, καὶ τῶν ἐπινοουμένων τῇ οὐσίᾳ τοῦ Θεοῦ μεγαλείων, εἰκόνα δυνάμεως, εἰκόνα σοφίας, καθὸ εἴρηται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; μέρος δὲ δηλονότι τῆς σοφίας γνῶσις: ἣν οὐκ ἐξεικονίζει [p. 390] πᾶσαν, εἴπερ τινῶν ἀπολείπεται. πῶς δὲ καὶ Πατήρ, δἰ οὗ τοὺς αἰῶνας ἐποίησε, τούτῳ τὸ ἐλάχιστον μέρος τῶν αἰώνων, τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, οὐκ ἔδειξεν; πῶς τῶν ὅλων ποιητὴς τοῦ ἐλαχίστου μέρους τῶν ὑπ̓ αὐτοῦ κτισθέντων τῆς γνώσεως ἀπολείπεται; δὲ λέγων, πλησίον τοῦ τέλους, τάδε καὶ τάδε ἐν τῷ οὐρανῷ σημεῖα καὶ ἐν τοῖς κατὰ γῆν χωρίοις φανήσεσθαι, πῶς αὐτὸ τὸ τέλος ἀγνοεῖ; ἐν οἷς γὰρ λέγει, Οὔπω τὸ τέλος, οὐχ ὡς ἀμφιβάλλων, ἀλλ̓ ὡς εἰδὼς διορίζεται. ἔπειτα μέντοι εὐγνωμόνως σκοποῦντι, πολλὰ καὶ ἀπὸ τοῦ ἀνθρωπίνου μέρους Κύριος διαλέγεται τοῖς ἀνθρώποις: οἷον, Δός μοι πιεῖν, φωνή ἐστι τοῦ Κυρίου τὴν σωματικὴν χρείαν ἐκπληροῦσα. καίτοι αἰτῶν οὐχὶ σὰρξ ἦν ἄψυχος, ἀλλὰ θεότης σαρκὶ ἐμψύχῳ κεχρημένη. οὕτω καὶ νῦν τὸ τῆς ἀγνοίας ἐπὶ τὸν οἰκονομικῶς πάντα καταδεξάμενον, καὶ προκόπτοντα παρὰ Θεῷ καὶ ἀνθρώποις σοφίᾳ καὶ χάριτι, λαμβάνων τις, οὐκ ἔξω τῆς εὐσεβοῦς ἐνεχθήσεται διανοίας. Τῆς σῆς δ̓ ἂν εἴη φιλοπονίας ἐκθέσθαι τὰς εὐαγγελικὰς ῥήσεις καὶ συγκρῖναι ἀλλήλαις τήν τε Ματθαίου καὶ τὴν Μάρκου. οὗτοι γὰρ μόνοι [p. 392] συνενεχθέντες περὶ τὸν τόπον τοῦτον ἀλλήλοις φαίνονται. μὲν οὖν τοῦ Ματθαίου λέξις οὕτως ἔχει: Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ Πατὴρ μόνος: δὲ τοῦ Μαρκου: Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ Υἱός, εἰ μὴ Πατήρ. τί τοίνυν ἐστὶν ἐν τούτοις ἐπισημήνασθαι ἄξιον; ὅτι μὲν Ματθαῖος οὐδὲν εἶπε περὶ τῆς τοῦ Υἱοῦ ἀγνωσίας, δοκεῖ δὲ τῷ Μάρκῳ συμφέρεσθαι κατὰ τὴν ἔννοιαν, ἐκ τοῦ φάναι, Εἰ μὴ Πατὴρ μόνος. ἡμεῖς δὲ ἡγούμεθα τὸ μόνος πρὸς τὴν τῶν ἀγγέλων ἀντιδιαστολὴν εἰρῆσθαι: τὸν δὲ Υἱὸν μὴ συμπαραλαμβάνεσθαι τοῖς ἑαυτοῦ δούλοις κατὰ τὴν ἄγνοιαν. Ἀψευδὴς γὰρ εἰπών, ὅτι Πάντα ὅσα ἔχει Πατὴρ ἐμά ἐστιν. ἓν δὲ ὧν ἔχει καὶ γνῶσίς ἐστι τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας. παρασιωπήσας τοίνυν, ὡς ὁμολογούμενον, τὸ ἑαυτοῦ πρόσωπον ἐν τῇ λέξει τοῦ Ματθαίου Κύριος τοὺς ἀγγέλους εἶπεν ἀγνοεῖν, εἰδέναι δὲ τὸν Πατέρα μόνον, τὴν τοῦ Πατρὸς γνῶσιν κατὰ τὸ σιωπώμενον καὶ ἑαυτοῦ εἶναι λέγων, διὰ τὸ καὶ ἐν ἄλλοις εἰρηκέναι: Καθὼς γινώσκει με Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα. εἰ δὲ γινώσκει Πατὴρ τὸν Υἱὸν ὅλον δἰ ὅλου, ὥστε καὶ τὴν ἐναποκειμένην αὐτῷ σοφίαν πᾶσαν ἐπίστασθαι, κατὰ τὸ ἴσον μέτρον καὶ ἐπιγνωσθήσεται παρὰ τοῦ Υἱοῦ, δηλονότι, μετὰ πάσης τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας καὶ τῆς προγνώσεως τῶν μελλόντων. [p. 394] ταύτης μὲν οὖν ἀξιοῦμεν τῆς παραμυθίας τὸ παρὰ τῷ Ματθαίῳ κείμενον: Εἰ μὴ Πατὴρ μόνος. τὸ δὲ Μάρκου, ἐπειδὴ φανερῶς δοκεῖ καὶ τὸν Υἱὸν ἀπομερίζειν τῆς γνώσεως, οὕτω νοοῦμεν: ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλ̓ οὐδὲ Υἱὸς ἔγνω, εἰ μὴ Πατήρ: τουτέστιν, αἰτία τοῦ εἰδέναι τὸν Υἱὸν παρὰ τοῦ Πατρός. καὶ ἀβιαστός ἐστι τῷ εὐγνωμόνως ἀκούοντι ἐξήγησις αὕτη, ἐπειδὴ οὐ πρόσκειται τὸ μόνος, ὡς καὶ παρὰ τῷ Ματθαίῳ. ἔστιν οὖν νοῦς παρὰ τῷ Μάρκῳ τοιοῦτος: περὶ δὲ τῆς ἡμέρας ἐκείνης ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλ̓ οὐδ̓ ἂν Υἱὸς ἔγνω, εἰ μὴ Πατήρ: ἐκ γὰρ τοῦ Πατρὸς αὐτῷ ὑπῆρχε δεδομένη γνῶσις. τοῦτο δὲ εὐφημότατόν ἐστι καὶ θεοπρεπὲς περὶ τοῦ Υἱοῦ λέγειν, ὅτι οὗπέρ ἐστιν ὁμοούσιος, ἐξ αὐτοῦ καὶ τὸ γινώσκειν ἔχει καὶ τὸ ἐν πάσῃ σοφίᾳ καὶ δόξῃ τῇ πρεπούσῃ αὐτοῦ τῇ θεότητι θεωρεῖσθαι. Περὶ δὲ τοῦ Ἰεχονίου, ὃν ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαί φησιν προφήτης Ἱερεμίας εἰπών: Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία: καὶ ὅτι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ, καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ, ἄρχων ἐν τῷ Ἰούδᾳ: ἁπλοῦς καὶ [p. 396] σαφής ἐστιν λόγος. καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ Ναβουχοδονόσορ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ καὶ πρότερον: ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαβίδ. ἐπανελθόντες δὲ οἱ περὶ τὸν Σαλαθιὴλ καὶ Ζοροβάβελ, δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλήν. ὅθεν κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. καὶ οὐκ ἐξέλιπε μὲν βασιλικὴ φυλὴ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας, οὐ μὴν ἔτι ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαβὶδ τὸ σπέρμα τοῦ Ἰεχονίου. θρόνος γὰρ δηλονότι λέγεται τὸ βασιλικὸν ἀξίωμα. πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαβὶδ πᾶσα Ἰουδαία, καὶ Ἰδουμαία χώρα καὶ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν: καὶ καθ̓ ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου [p. 398] Δαβὶδ ἐκ τοῦ σπέρματος Ἰεχονίου; οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. οὐ μέντοι ἐξέλιπεν τοῦ Ἰούδα φυλή, ἕως οὗ ἦλθεν ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. ἀλλὰ θρόνον λέγει Δαβίδ, ἐφ̓ ὃν Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης: Ἔσται γάρ, φησίν, ῥίζα τοῦ Ἰεσσαί, καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν: ἐπ̓ αὐτῷ ἔθνη ἐλπιοῦσι. τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. καὶ θήσομαι, φησίν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς Θεός, καὶ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη: καὶ ἐνευλογηθήσονται τῷ [p. 400] σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν. Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸν σεμνὸν αὐτῶν πρόβλημα: διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα: κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. ἐπεί τοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον: ἀλλ̓ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης: ὡς γε φαγὼν οὐκ ἠνόμησεν. Πρὸς δὲ τοὺς λέγοντας καθ̓ εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα, μὴ παῤ ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κατατίτρωσκε: μακρότερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μου ἀσθενείας. Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις. Τὸν δὲ φάγον παροξυτονοῦμεν ἡμεῖς. Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ̓ ἕκαστον: [p. 402] οἷον, ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. διὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι, ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵν̓ ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμόν, ἀλλ̓ ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεόν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. χρὴ οὖν τῷ κοινῷ τὸ ἰδιάζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν: κοινὸν θεότης, ἴδιον πατρότης: συνάπτοντας δὲ λέγειν: Πιστεύω εἰς Θεὸν Πατέρα. καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, καὶ λέγειν: Πιστεύω εἰς Θεὸν Υἱόν. ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχηματίζοντας λέγειν: Πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ ἅγιον: ὥστε δἰ ὅλου καὶ τὴν ἑνότητα σώζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολογεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων. οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις, εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακόν, ὃς καὶ αὐτὸς πολλαχοῦ συγχέων τὴν ἔννοιαν, ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν [p. 404] αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτουσαν χρείαν μετασχηματίζεσθαι. Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ ἀδιάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε τῇ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν, ὅτι ὑγεία καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθούς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν: καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα, καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ Θεοῦ, ὡς τῷ Ἀβραάμ, καὶ τῷ Ἰώβ, καὶ τοῖς τοιούτοις: τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς γε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιρρήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντα ἐπιζητεῖ: οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ̓ οἰκονομικός. οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ τοὺς στεφάνους ἀναμένοντες. ἄλλον δέ τινα ἐφιστᾷν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον μόνον, ἀλλὰ καὶ ἀσεβές. [p. 406]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: