previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παραθετικὴ πρὸς μονάζοντα 1

δεῖνα, ὡς λέγει, καταγνοὺς τῆς τοῦ βίου τούτου ματαιότητος καὶ καταμαθὼν ὅτι τῆς ζωῆς ταύτης τὰ τερπνὰ ἐνταῦθα τὴν καταστροφὴν ἔχει, ὕλας μόνον κατασκευάζοντα τῷ αἰωνίῳ πυρὶ ταχεῖαν δὲ ἔχοντα τὴν πάροδον, κατέλαβέ με, βουλόμενος ἀποστῆναι μὲν τῆς μοχθηρᾶς καὶ πολυστενάκτου ζωῆς, καταλιπεῖν δὲ τὰς τῆς σαρκὸς ἡδονάς, ἐπελθεῖν δὲ λοιπὸν τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ τὰς μονὰς τοῦ Κυρίου. ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε τῆς μακαρίας ὄντως διαγωγῆς, καὶ τὸν καλὸν καὶ ἐπαινούμενον ἔρωτα ἔσχεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἀγαπήσας Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης καρδίας, [p. 142] καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, 2 ὑποδειχθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ καὶ δυσάντητα τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἐν ἐλπίδι δὲ αὐτὸν καταστῆσαι 3 τῶν νῦν τέως μὴ βλεπομένων, ἐν ἐπαγγελίαις δὲ ἀποκειμένων 4 ἀγαθῶν τοῖς ἀξίοις τοῦ Κυρίου. Διὸ 5 γράφων παρακαλῶ τὴν ἀσύγκριτον ὑμῶν ἐν Χριστῷ 6 τελειότητα τυπῶσαι, εἰ οἷόν τε εἴη, καὶ δίχα μου ποιῆσαι τήν τε ἀποταγὴν αὐτοῦ 7 κατὰ τὸ ἄρεσκον Θεῷ, καὶ στοιχειωθῆναι 8 αὐτὸν κατὰ τὰ δόξαντα τοῖς ἁγίοις πατράσι καὶ ἐγγράφως ὑπ̓ αὐτῶν 9 ἐκτεθέντα: ἤδη δὲ αὐτῷ προταθῆναι 10 ἅπαντα ὅσα τῇ ἀκριβείᾳ δοκεῖ τῇ ἀσκητικῇ, καὶ οὕτως αὐτὸν προσαχθῆναι τῷ βίῳ, αὐθαιρέτως ἀναδεξάμενον τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ ὑπαγαγόντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Κυρίου ζυγῷ, καὶ κατὰ μίμησιν τοῦ δἰ ἡμᾶς πτωχεύσαντος καὶ σάρκα φορέσαντος πολιτευσάμενον, καὶ κατὰ σκοπὸν δραμόντα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, τυχεῖν τῆς παρὰ τοῦ Κυρίου ἀποδοχῆς. ἐγὼ γὰρ σπουδάζοντα αὐτὸν ἐνταῦθα δέξασθαι τὸν τῆς κατὰ Θεὸν ἀγάπης στέφανον ὑπερεθέμην, 11 βουλόμενος μετὰ τῆς ὑμετέρας θεοσεβείας ἀλεῖψαι αὐτὸν πρὸς τοὺς τοιούτους ἄθλους, καὶ ἕνα ὃν ἂν ὑμῶν αὐτὸς ἐπιζητήσῃ ἐπιστῆσαι αὐτῷ ἀλείπτην, καλῶς παιδοτριβοῦντα καὶ παλαιστὴν δόκιμον ἀπεργαζόμενον διὰ τῆς συντόνου καὶ μακαρίας ἐπιμελείας, [p. 144] τιτρώσκοντα καὶ καταβάλλοντα τὸν κοσμοκράτορα τοῦ σκότους τοῦ αἰῶνος 12 τούτου καὶ τὰ πνευματικὰ δὲ τῆς πονηρίας, πρὸς ἡμῖν ἐστὶ κατὰ τὸν μακάριον ἀπόστολον πάλη. τοίνυν ἐγὼ μεθ̓ ὑμῶν ἠβουλήθην ποιῆσαι, ἐν Χριστῷ ὑμῶν ἀγάπη καὶ δίχα μου ποιησάτω.

1 paraqetikh\ a)potacame/nw| tw=| bi/w| kai\ mona/santi F.

2 kai\... dianoi/as om. E.

3 katasth=nai A, B, D, F.

4 u(pokeime/nwn B.

5 dio\ om. E.

6 e)n *xristw=| om. C, D.

7 au)tw=| Ed. Ben.; au)tou= MSS.

8 qew=| add. C, D.

9 u(p) au)tw=n au)toi=s F.

10 proteqh=nai E.

11 u(peqe/mhn C, D.

12 tou= ai)w=nos om. A, B, C, D.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: