previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τῷ Σαμοσατέων κλήρῳ.

πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διδαχθῆναι, εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθ̓ ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε, μὴ συγχωρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχθῆναι, οἷον δύνασθαι περιτρέψαι τινὰς διασαλεῦσαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. κούφοις γὰρ καὶ εὐκαταγωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατ̓ αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς [p. 272] ὑπομονῆς ηὐτρέπισεν. ἀλλ̓ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν, ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τοῦ Θεοῦ τῇ χρηστότητι, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρονοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας: αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. διὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμματος τοῦδε παράκλησιν. εἰ μὲν ἦν δυνατόν, αὐτὸς ἂν παρεγενόμην, καὶ δἰ ἐμαυτοῦ ἱκέτευσα ὑμᾶς: ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθ̓ ἱκετηρίας ὑμῖν προτείνομεν, ἵνα αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ ταχέως μοι διαπέμψησθε τὴν ἀγαθὴν ἀγγελίαν, ὅτι ἀφήκατε ἀλλήλοις τὰς μέμψεις. Ἐκεῖνο γὰρ εἰδέναι βούλομαι τὴν σύνεσιν ὑμῶν, ὅτι ἐκεῖνος μέγας παρὰ Θεῷ, ταπεινοφρόνως ὑποκατακλιθεὶς τῷ πλησίον καὶ ἀνεπαισχύντως ἐφ̓ ἑαυτὸν ἀναδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ , ὑπὲρ τοῦ τὸ μέγα ὄφελος τὴν εἰρήνην χαρίσασθαι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. γενέσθω οὖν ἐν ὑμῖν ἅμιλλα ἀγαθή, τίς πρῶτος καταξιθωῇ υἱὸς Θεοῦ κληθῆναι, διὰ τῆς εἰρηνοποιίας ἑαυτῷ τὸ ἀξίωμα τοῦτο περιποιησάμενος. ἐπέστειλε δὲ καὶ θεοφιλέστατος ἐπίσκοπος ὑμῖν [p. 274] τὰ πρέποντα, καὶ ἐπιστελεῖ πάλιν τὰ ἐπιβάλλοντα αὐτῷ. πλὴν ἀλλὰ καὶ ἡμεῖς. διὰ τὸ ἔτι συγκεχωρῆσθαι ἐγγύτεροι ὑμῶν εἶναι, ἀμελεῖν τῶν καθ̓ ὑμᾶς οὐ δυνάμεθα. ὅθεν καὶ παραγενομένου τοῦ εὐλαβεστάτου ἀδελφοῦ Θεοδώρου τοῦ ὑποδιακόνου, καὶ εἰπόντος τὴν ἐκκλησίαν ἐν λύπῃ εἶναι καὶ ταραχῇ, σφοδρῶς συντριβέντες καὶ βαθείᾳ ὀδύνῃ τὴν καρδίαν πληγέντες, ἡσυχάσαι οὐκ ἠνειχόμεθα: ἀλλὰ παρεκαλέσαμεν ὑμᾶς, πᾶσαν δικαιολογίαν τὴν πρὸς ἀλλήλους ῥίψαντας, καταπράξασθαι τὴν εἰρήνην, ἵνα μήτε ἡδονὴν τοῖς ἐναντίοις παράσχησθε, μήτε τὸ καύχημα τῆς Ἐκκλησίας προδῶτε, νῦν εἰς πᾶσαν τὴν οἰκουμένην διαβεβόηται, ὅτι οἱ πάντες, ὡς ὑπὸ μιᾶς ψυχῆς καὶ καρδίας οἰκονομούμενοι, ἐν ἑνὶ σώματι οὕτω διάγετε. πάντα τὸν λαὸν τοῦ Θεοῦ, τούς τε ἐν ἀξιώμασι καὶ δυναστείαις πολιτικαῖς καὶ τοῦ παντὸς κλήρου τὸ πλήρωμα διὰ τῆς ὑμετέρας εὐλαβείας κατασπαζόμεθα, καὶ παρακαλοῦμεν ὁμοίους ἑαυτοῖς διαμεῖναι. οὐδεμίαν γὰρ προσθήκην ἐπιζητοῦμεν, διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: