previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΑΝΟΝΙΚΗ γ: Ἀμφιλοχίῳ περὶ κανόνων.

Απὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν ῾ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν καὶ κατ̓ ἐπίσκεψιν τῶν ἐπιτηδείων̓, καὶ τὸ σῶμά μου συντετριμμένον ἐπαναγαγών, καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων [p. 242] ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα. ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν ποιοῦμαι τὴν συντυχίαν σου, ἣν οἰκονομήσειεν ἅγιος γενέσθαι, ὅπου ἀνεπαχθὲς καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ. καὶ γὰρ οὐ χαλεπόν μοι, εἰ καταλάβοις τὸν οἶκον τὸν ἐπὶ τῆς Εὐφημιάδος, γενέσθαι ὁμοῦ, τά τε ὧδε ὀχληρὰ διαφεύγοντι, καὶ πρὸς τὴν ἀνυπόκριτόν σου ἀγάπην ἐπειγομένῳ. τάχα δέ μοι καὶ ἄλλως ἀναγκαίαν ποιεῖ τὴν μέχρι Ναζιανζοῦ ὁδὸν ἀθρόα τοῦ θεοφιλεστάτου ἐπισκόπου Γρηγορίου ἀναχώρησις, μετὰ ποίας αἰτίας γενομένη ἀγνοουμένη μέχρι τοῦ νῦν. δὲ ἄνθρωπος, περὶ οὗ κἀγὼ ἤμην διαλεχθεὶς τῇ τελειότητί σου, καὶ αὐτὸς νῦν ἤλπισας ἕτοιμον εἶναι, γίνωσκε ὅτι μακρᾷ ἀρρωστίᾳ περιπεσών, καὶ κάμνων λοιπὸν περὶ αὐτὰς τὰς ὄψεις ἐκ τοῦ παλαιοῦ πάθους καὶ τῆς ἔναγχος αὐτῷ ἐπισυμβάσης νόσου, παντελῶς ἄχρηστος πρὸς τὰς τυχούσας ἐνεργείας ἀπέμεινεν. ἄλλος δὲ οὐκ ἔστι παῤ ἡμῖν. ὥστε βέλτιον, εἰ καὶ ἡμῖν ἐπέτρεψαν τὸ πρᾶγμα, ἀλλ̓ οὖν ἐξ αὐτῶν ἐκείνων τινὰ προβληθῆναι. καὶ γὰρ ἡγεῖσθαι χρὴ ταῦτα μὲν τῆς ἀνάγκης εἶναι τὰ ῥήματα, τὴν δὲ ψυχὴν αὐτῶν ἐκεῖνο βούλεσθαι, ὅπερ ἐξ ἀρχῆς ἐπεζήτησαν, οἰκεῖον εἶναι τὸν καθηγούμενον. εἰ δέ ἐστί τις τῶν νεοφωτίστων, κἂν δοκῇ τῷ Μακεδονίῳ, κἂν μή, ἐκεῖνος προβληθήτω. τυπώσεις δὲ αὐτὸν πρὸς τὸ δέον, [p. 244] τοῦ ἐν πᾶσι συνεργοῦντός σοι Κυρίου καὶ τὴν εἰς τοῦτο χάριν παρεχομένου.

[51] Τὸ κατὰ τοὺς κληρικοὺς ἀδιορίστως οἱ κανόνες ἐξέθεντο, κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρίζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν, εἴτε καὶ ἀχειροθέτῳ ὑπηρεσίᾳ προσκαρτεροῖεν.

[52] τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα, εἰ μὲν οὖν δυναμένη περισώσασθαι κατεφρόνησεν, συγκαλύψειν τὴν ἁμαρτίαν ἐντεῦθεν νομίζουσα, ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω. εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι, καὶ δἰ ἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ μήτηρ.

[53] χήρα δούλη τάχα οὐ μέγα ἔπταισεν, ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς. [p. 246] ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή. οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλ̓ προαίρεσις. δῆλον δὲ ὅτι τὸ τῆς διγαμίας μένει αὐτὴν ἐπιτίμιον.

[54] Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνου οἶδα ἐπιστείλας τῇ θεοσεβείᾳ σου κατὰ τὸ ἐμοὶ δυνατὸν καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι: τῆς δὲ σῆς συνέσεώς ἐστὶ κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπιτίμια, καὶ ὑφεῖναι.

[55] Οἱ τοῖς λῃσταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες τῆς κοινωνίας εἴργονται τοῦ ἀγαθοῦ: κληρικοὶ δὲ ὄντες τοῦ βαθμοῦ καθαιροῦνται. πᾶς γάρ, φησίν, λαβὼν μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται.

[56] ἑκουσίως φονεύσας, μετὰ δὲ τοῦτο μεταμεληθείς, εἴκοσιν ἔτεσιν ἀκοινώνητος ἔσται τοῖς ἁγιάσμασι. τὰ δὲ εἴκοσιν ἔτη οὕτως οἰκονομηθήσεται ἐπ̓ αὐτῷ. ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει, ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου, καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι, ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν. μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τοὺς [p. 248] ἀκροωμένους δεχθήσεται: καὶ ἐν πέντε ἔτεσι μετ̓ αὐτῶν ἐξελεύσεται. ἐν ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται: ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται. πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων.

[57] ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων. οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπ̓ αὐτῷ οὕτω: δύο μὲν ἔτη προσκλαύσει, τρία δὲ ἔτη ἐν ἀκροωμένοις διατελέσει, τέσσαρσιν ὑποπίπτων, καὶ ἐνιαυτῷ συσταθήσεται μόνον: καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται.

[58] μοιχεύσας ἐν ιἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων: ἐν τέσσαρσι μὲν προσκλαίων ἔτεσιν, ἐν πέντε δὲ ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας.

[59] πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων: δύο προσκλαίων, καὶ [p. 250] δύο ἀκροώμενος, καὶ δύο ὑποπίπτων, καὶ ἑνὶ συνεστως μόνον: τῷ ὀγδόῳ δεχθήσεται εἰς τὴν κοινωνίαν.

[60] παρθενίαν ὁμολογήσασα καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθ̓ ἑαυτὴν ζωῆς πληρώσει. τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων καὶ ἐκπιπτόντων.

[61] κλέψας, εἰ μὲν ἀφ̓ ἑαυτοῦ μεταμεληθεὶς κατηγορήσειεν ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνον τῆς κοινωνίας τῶν ἁγιασμάτων: εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσι. μερισθήσεται δὲ αὐτῷ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν: καὶ τότε ἀξιούσθω τῆς κοινωνίας.

[62] τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρρεσιν ἐπιδεικνύμενος τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομηθήσεται.

[63] ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται. [p. 252]

[64] ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται: δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστὼς μόνον: καὶ τότε τῆς κοινωνίας ἀξιούμενος.

[65] γοητείαν φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομούμενος, ὡς ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας.

[66] τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται: ἐν δυσὶ προσκλαίων, ἐν γ̓ ἀκροώμενος, ἐν δ̓ ὑποπίπτων, ἐνιαυτὸν συνεστώς: καὶ τότε δεχθησόμενος.

[67] Ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολογηθήσεται.

[68] τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώπων σύστασις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται. [p. 254]

[69] Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ τοῦ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας, εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀκρόκοπος. κλεψιγαμήσας δὲ ἄνευ μνηστείας, παυθήσεται τῆς ὑπηρεσίας. τὸ αὐτὸ καὶ ὑπηρέτης.

[70] Διάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας ἐπισχεθήσεται: τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν βαθμῷ, καθαιρεθήσεται.

[71] συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτημάτων, καὶ μὴ ὁμολογήσας, ἀλλ̓ ἐλεγχθείς, τοῦ τοσούτου χρόνου, εἰς ὃν ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ. [p. 256]

[72] μάντεσιν ἑαυτὸν ἐπιδούς, τισι τοιούτοις, τὸν χρόνον τοῦ φονέως καὶ αὐτὸς οἰκονομηθήσεται,

[73] τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας.

[74] Ἐὰν μέντοιγε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμένοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολογούμενος, πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο, τὸ ὑπερβάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώσεως ἄξιος: τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν.

[75] ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας ἐκείνης, τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκώς, καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας [p. 258] ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς τὸν Κύριον τὰς δεήσεις. μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω, καὶ μὴ καταξιούσθω προσευχῆς. ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συντριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας ἀξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω χωρὶς προσφορᾶς: καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας.

[76] αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων.

[77] μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν συναγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς: καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν.

[78] δὲ αὐτὸς τύπος κρατείτω καὶ ἐπὶ τῶν τὰς δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους.

[79] Οἱ δὲ ταῖς μητρυιαῖς ταῖς ἑαυτῶν [p. 260] ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ῟ῳκαὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι.

[80] Τὴν δὲ πολυγαμίαν οἱ πατέρες ἀπεσιώπησαν, ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώπων. ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα. διὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι: δηλονότι ἐνιαυτὸν προσκλαύσαντας, καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι.

[81] Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς ἐπιτελέσαντες, καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν. οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες, καὶ μὴ φέροντες τοὺς πόνους, καὶ ἑλκυσθέντες πρὸς τὴν ἄρνησιν, ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι: καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν: οἱ δὲ ἄνευ [p. 262] ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν, καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων, καὶ ὀμόσαντες ὅρκους Ἑλληνικούς, ἐκβάλλεσθαι μὲν ἐν γ᾽ ἔτεσι, καὶ ἐν ἀκροᾶσθαι: ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν ἔτεσι, καὶ ἐν ἄλλοις γ᾽ συστάντας τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ.

[82] Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ ἔτη εἶναι αὐτοὺς δεκτούς: εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκαταστήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ.

[83] Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἀκολουθοῦντες, εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν [p. 264] ἀκροασάμενοι, καὶ ἐν γ ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν.

[84] Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν. ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος. ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν. μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις: ἀλλὰ φοβηθέντες τὸ βαρὺ κρίμα, καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀνταποδόσεως τοῦ Κυρίου πρὸ τῶν ὀφθαλμῶν λαβόντες, μὴ θελήσωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι. εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον, ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς Κύριος καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων, καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους λαὸς καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ [p. 266] Χριστοῦ περιφέροντες: εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν, ὅτι διὰ ταῦτα ἦλθεν ἐφ̓ ἡμᾶς ὀργὴ τοῦ Θεοῦ, τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος; ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν: συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ πονηροῦ: ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: