previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΑΝΟΝΙΚΗ α: Ἀμφιλοχίῳ περὶ κανόνων

Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει: ὅπερ τῇ τοῦ Θεοῦ χάριτι [p. 6] συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπ̓ αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκόμενοι: καὶ γίνεται ἡμῶν διδάσκαλος περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παῤ ἑαυτῶν ἐπιλογίσασθαι.

Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον, καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι [p. 8] δεῖ τῷ ἔθει τῶν καθ̓ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας: τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ: καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν Διονύσιον παρῆλθεν. ἐκεῖνο γὰρ ἔκρινον οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον: ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς: [p. 10] αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους, καὶ κατ̓ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους: σχίσματα δὲ τοὺς δἰ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας: παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ̓ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. αἱρέσεις δέ, οἷον τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιονιστῶν, καὶ αὐτῶν [p. 12] τούτων τῶν Πεπουζηνῶν: εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν διαφορά. ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι: τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ, συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρέτικοι: εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι: εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, [p. 14] καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλ̓ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον, καὶ πᾶσιν ἐναργές, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. πλὴν ἀλλ̓ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαρούς, καὶ [p. 16] Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας: διότι μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν: οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφ̓ ἑαυτοῖς: ἐπέλιπε γὰρ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν: οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι. διὸ ὡς παρὰ λἁ̣̣̓κῶν βαπτιζομένους τοὺς παῤ αὐτῶν, ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρανιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι ἵν̓ αὐτοὺς ἀπροσδέκτους ποιήσωσι [p. 18] τῇ Ἐκκλησίᾳ ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι: ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. νομίζω τοίνυν, ὅτι ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα: κἄν τις παῤ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον, καὶ τοῖς οἰκονομήσασι τὰ καθ̓ ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω. οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους χρίεσθαι [p. 20] ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοΐν, καὶ Σατρυνῖνον, ἀπ̓ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησιάς, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς.

[2] Φθείρασα κατ̓ ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει. ἀκριβολογία δὲ ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παῤ ἡμῖν οὐκ ἔστιν. ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γεννηθησόμενον, ἀλλὰ καὶ αὐτὴ ἑαυτῇ ἐπιβουλεύσασα: διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. πρόσεστι δὲ τούτῳ καὶ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν [p. 22] ἐπίνοιαν τῶν ταῦτα τολμῶντων. δεῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν: ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν.

[3] Διάκονος, μετὰ τὴν διακονίαν πορνεύσας, ἀπόβλητος μὲν τῆς διακονίας ἔσται: εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον, τῆς κοινωνίας οὐκ εἰρχθήσεται. διότι ἀρχαῖός ἐστι κανὼν τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι: ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ, Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό: καὶ δἰ ἑτέραν δὲ αἰτίαν: ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφ̓ οὗ ἐξέπεσον τόπον ἀναλαμβάνονται: δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ [p. 24] τῆς διακονίας, ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. καθόλου δὲ ἀληθέστερόν ἐστιν ἴαμα τῆς ἁμαρτίας ἀναχώρησις. ὥστε διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατ̓ ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν, ὑφ̓ ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας: ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ.

[4] Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως: ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη: τοὺς δὲ τριγάμους ἐν τρισὶ καὶ τέταρσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. ὀνομάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. διὸ καὶ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ, Ὃν νῦν, φησίν, ἔχεις, οὐκ ἔστι σου ἀνήρ: [p. 26] ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς τῆς γυναικὸς καλεῖσθαι προσρήματι. συνηθειαν δὲ κατελάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν: οὐκ ἀπὸ κανόνων, ἀλλ̓ ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. δεῖ δὲ μὴ πάντη αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλ̓ ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν τρισί: καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾷν τῷ τόπῳ τῆς κοινωνίας.

[5] Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή: δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ.

[6] Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλογίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾷν αὐτῶν τὴν συνάφειαν. τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελές, καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθ̓ ἡμῶν λαβήν, ὡς διὰ [p. 28] τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς.

[7] Ἀρρενοφθόροι καὶ ζωοφθόροι, καὶ φονεῖς, καὶ φαρμακοί, καὶ μοιχοί, καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαραίᾳ, ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδ̓ ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι. τε γὰρ ἄγνοια συγγνώμης ἀξίους αὐτοὺς ποιεῖ, καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως, καὶ παράτασις ἐν τοσούτῳ χρόνῳ γενομένη. σχεδὸν γὰρ ὅλην γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. ὥστε κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν, καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας.

[8] ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ [p. 30] γαμετῆς χρησάμενος φονεύς ἐστι. καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως εἰπεῖν περὶ τούτων πλατύτερον: διότι πολλαὶ ἐν τοῖς ἑκουσίοις καὶ ἀκουσίοις διαφοραί. ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρξαντος τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα δένδρον ἀνθρώπου τυχεῖν. μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι, τὸν καρπὸν κατασεῖσαι: ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον παραπεσών: ὥστε τὸ τοιοῦτον ἀκούσιον. ἀκούσιον μέντοι καὶ εἴ τις βουλόμενος ἐπιστρέψαι τινά, ἱμάντι ῥάβδῳ μὴ σκληρᾷ τύπτοι, ἀποθάνῃ δὲ τυπτόμενος. γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. ἐν τοῖς ἀκουσίοις ἐστὶ κἀκεῖνο, τὸ ἀμυνόμενόν τινα ἐν [p. 32] μάχῃ ξύλῳ χειρί, ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν. ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. γὰρ τοσούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν, μὴ πεφεισμένως τὴν πληγὴν ἐπαγαγών, δῆλός ἐστι, διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους, ἀφειδῶν τοῦ ἀνθρώπου. ὁμοίως καὶ ξύλῳ βαρεῖ, καὶ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος, τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγήν, ὥστε ἀνελεῖν τὸν πληγέντα: καίτοι σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶν θανατῶσαι. μέντοι ξίφει χρησάμενος, ᾡτινιοῦν τοιούτῳ, οὐδεμίαν ἔχει παραίτησιν: καί μάλιστα τὴν ἀξίνην ἀκοντίσας. καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπ̓ αὐτῷ εἶναι, ἀλλ̓ ἠκόντισεν, ὥστε καὶ τῷ βάρει τοῦ σιδήρου, καὶ τῇ ἀκμῇ, καὶ τῇ διὰ πλείστου φορᾷ, ὀλεθρίαν ἀναγκαίως τὴν πληγὴν γενέσθαι. Ἑκούσιον δὲ πάλιν παντελῶς, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχον, οἷόν ἐστι τὸ τῶν λῃστῶν καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. οὗτοι μὲν γὰρ διὰ χρήματα ἀναιροῦσι, τὸν ἔλεγχον ἀποφεύγοντες: οἵ τε ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι, οὔτε σωφρονίσαι, ἀλλ̓ ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. καὶ μέντοι, κἄν δἰ ἄλλην τινὰ αἰτίαν περίεργον φάρμακόν τις ἐγκεράσῃ, ἀνέλῃ δέ, ἑκούσιον τιθέμεθα [p. 34] τὸ τοιοῦτον: οἷον ποιοῦσιν αἱ γυναῖκες πολλάκις, ἐπαοιδαῖς τισι καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαί τινας πειρώμεναι, καὶ προσδιδοῦσαι αὐτοῖς φάρμακα, σκότωσιν ἐμποιοῦντα ταῖς διανοίαις. αἱ τοιαῦται τοίνυν ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελόμεναι ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγορευμένον τῆς ἐπιτηδεύσεως ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. καὶ αἱ τοίνυν τὰ ἀμβλωθρίδια διδοῦσαι φάρμακα φονεύτριαί εἰσι καὶ αὐταί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια. ταῦτα μὲν εἰς τοσοῦτον.

[9] δὲ τοῦ Κυρίου ἀπόφασις, κατὰ μὲν τὴν τῆς ἐννοίας ἀκολουθίαν ἐξ ἴσου καὶ ἀνδράσι καὶ γυναιξὶν ἁρμόζει, περὶ τοῦ μὴ ἐξεῖναι γάμου ἐξίστασθαι, παρεκτὸς λόγου πορνείας. δὲ συνήθεια οὐχ οὕτως ἔχει, ἀλλ̓ ἐπὶ μὲν τῶν γυναικῶν πολλὴν εὑρίσκομεν ἀκριβολογίαν, τοῦ μὲν ἀποστόλου λέγοντος: Ὅτι κολλώμενος τῇ πόρνῃ [p. 36] ἓν σῶμά ἐστι: τοῦ δὲ Ἱερεμίου: Ὅτι, ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται: καὶ πάλιν: ῾Ο ἔχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. δὲ συνήθεια καὶ μοιχεύοντας ἄνδρας καὶ ἐν πορνείαις ὄντας κατέχεσθαι ὑπὸ γυναικῶν προστάσσει. ὥστε τῷ ἀφειμένῳ ἀνδρὶ συνοικοῦσα οὐκ οἶδα εἰ δύναται μοιχαλις χρηματίζειν: τὸ γὰρ ἔγκλημα ἐνταῦθα τῆς ἀπολυσάσης τὸν ἄνδρα ἅπτεται, κατὰ ποίαν αἰτίαν ἀπέστη τοῦ γάμου. εἶτε καὶ τυπτομένη, μὴ φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον διαζευχθῆναι τοῦ συνοικοῦντος: εἴτε τὴν εἰς τὰ χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη πρόφασις ἀξιόλογος. εἰ δὲ διὰ τὸ ἐν πορνείᾳ αὐτὸν ζῇν, οὐκ ἔχομεν τοῦτο ἐν τῇ συνηθείᾳ τῇ ἐκκλησιαστικῇ τὸ παρατήρημα: ἀλλὰ καὶ ἀπίστου ἀνδρὸς χωρίζεσθαι οὐ προσετάχθη [p. 38] γυνή, ἀλλὰ παραμένειν, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ὥστε καταλιποῦσα, μοιχαλίς, εἰ ἐπ̓ ἄλλον ἦλθεν ἄνδρα. δὲ καταλειφθεὶς συγγνωστός ἐστι, καὶ συνοικοῦσα τῷ τοιούτῳ οὐ κατακρίνεται. εἰ μέντοι ἀνὴρ ἀποστὰς τῆς γυναικός, ἐπ̓ ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχός, διότι ποιεῖ αὐτὴν μοιχευθῆναι: καὶ συνοικοῦσα αὐτῷ μοιχαλίς, διότι ἀλλότριον ἄνδρα πρὸς ἑαυτὴν μετέστησεν.

[10] οἱ ὀμνύοντες μὴ καταδέχεσθαι τὴν λειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν. εἰ γὰρ καὶ δοκεῖ τις εἶναι κανὼν συγχωρῶν τοῖς τοιούτοις, ἀλλὰ πείρᾳ ἐγνώκαμεν, ὅτι οὐκ εὐοδοῦνται οἱ παρορκήσαντες. σκοπεῖν δὲ δεῖ καὶ τὸ εἶδος τοῦ ὅρκου, καὶ τὰ ῥήματα, καὶ τὴν διάθεσιν ἀφ̓ ἧς ὀμωμόκασι, καὶ τὰς κατὰ λεπτὸν ἐν τοῖς ῥήμασι προσθήκας: ὡς ἐὰν μηδεμία μηδαμόθεν παραμυθία, χρὴ παντελῶς ἐᾷν τοὺς τοιούτους. τὸ μέντοι κατὰ Σευῆρον πρᾶγμα, ἤτοι [p. 40] τὸν ὑπὸ τούτου χειροτονηθέντα πρεσβύτερον, τοιαύτην τινά μοι δοκεῖ παραμυθίαν ἔχειν, εἰ καὶ σοι συνδοκεῖ. τὸν ἀγρὸν ἐκεῖνον τὸν ὑποκείμενον τῇ Μηστείᾳ, ἐπεκηρύχθη ἄνθρωπος, κέλευσον Οὐασόδοις ὑποτελεῖν: οὕτω γὰρ κἀκεῖνος οὐ παρορκήσει μὴ ἀναχωρῶν τοῦ τόπου: καὶ Λογγῖνος, ἔχων τὸν Κυριακὸν μεθ̓ ἑαυτοῦ, οὐκ ἐρημώσει τὴν ἐκκλησίαν, οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν διὰ τὴς ἀργίας καταδικάσει. καὶ ἡμεῖς δόξομεν μὴ παρὰ κανόνας ποιεῖν τι, συμπεριφερόμενοι τῷ Κυριακῷ, ὀμόσαντι μὲν συμπαραμένειν Μινδανοῖς, καταδεξαμένῳ δὲ τὴν μετάθεσιν. γάρ ἐπάνοδος φυλακὴ ἔσται τοῦ ὅρκου. τὸ δὲ εἶξαι αὐτὸν τῇ οἰκονομίᾳ εἰς ἐπιορκίαν αὐτῷ οὐ λογισθήσεται, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ὅρκῳ, μηδὲ πρὸς βραχὺ ἀναχωρήσειν Μινδάνων, ἀλλὰ παραμενεῖν εἰς τὸ ἐφεξῆς. Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην ἡμεῖς συγχωρήσομεν, εἰπόντες, ὅτι τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ Ἐκκλησίαν ὑπὸ τοιούτου λυμαινομένην, ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος [p. 42] παρὰ τὰ εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος δἰ ὧν μετετέθη, ψευδομένου δὲ νῦν δἰ ὧν τὴν λήθην σχηματίζεται. ἐπειδὴ δὲ οὐκ ἐσμὲν καρδιῶν κριταί, ἀλλ̓ ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα, συγγνώμην δόντες ἀνθρωπίνῳ πάθει τῇ λήθῃ.

[11] δὲ τὸν ἀκούσιον ποιήσας φόνον ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. δῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωυσέως παρατηρήσομεν: καὶ τὸν κατακλιθέντα μὲν ἐπὶ τῶν πληγῶν ἃς ἔλαβε, βαδίσαντα δὲ πάλιν ἐπὶ τῇ ῥάβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφονεῦσθαι. εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάςἀλλ̓ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν τυπτήσας φονευτὴς μέν, ἀλλ̓ ἀκούσιος διὰ τὴν πρόθεσιν.

[12] Τοὺς διγάμους παντελῶς κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε.

[13] Τοὺς ἐν πολέμοις φόνους οἱ πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο: ἐμοὶ δοκεῖν, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, [p. 44] ὡς τὰς χεῖρας μὴ καθαροὺς τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι.

[14] τόκους λαμβάνων, ἐὰν καταδέξηται τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι, καὶ τοῦ λοιποῦ τοῦ νοσήματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην.

[15] Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος, καὶ λογιζομένου ὅτι ἠναγκασμένη ἐστὶν λέξις τῆς ἑρμηνείας τὸ αὑτῆς εὔσημον ἐκδιδούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς Ἑβραϊκῆς φωνῆς σημαινόμενον μετατιθείσης. ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπ̓ ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμοποιίᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη ἀμφότερα τὰ γένη. τὸ δὲ αἴτιον, ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα. τὰ μὲν γὰρ διανήχεται τὸ ὕδωρ τὰ δὲ ἐπινήχεται τῷ ἀέρι. διὰ τοῦτο μὲν οὖν κοινῇ αὐτῶν ἐπεμνήσθη. [p. 46] τὸ δὲ σχῆμα τοῦ λόγου ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀποδοθέν, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα καὶ πάνυ οἰκείως. τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης: καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπορευόμενα τρίβους θαλασσῶν. οὐ γὰρ εἴ τι ἔνυδρον, καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλαιναι, καὶ ζύγαιναι, καὶ δελφῖνες, καὶ φῶκαι, καὶ προσέτι ἵπποι, καὶ κύνες, καὶ πρίονες, καὶ ξιφίαι, καὶ οἱ θαλάσσιοι βοῦς, εἰ δὲ βούλει, καὶ ἀκάληφαι, καὶ κτένες, καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστιν ἰχθύς, καὶ πάντα διαπορεύεται τρίβους θαλασσῶν: ὡς εἶναι τρία τὰ γένη, πετεινὰ οὐρανοῦ, ἰχθύας θαλάσσης, καὶ ὅσα τῶν ἐνύδρων τοῖς ἰχθύσιν ἀντιστελλόμενα διαπορεύονται καὶ αὐτὰ τὰς τρίβους θαλασσῶν.

[16] δὲ Νεεμᾶν οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παῤ αὐτῷ τῷ κυρίῳ αὐτοῦ: τουτέστι, τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος. [p. 48]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: