previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πολιτευομένοις Σαμοσάτων 1

Ὅταν ἀπίδω ὅτι μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς οἰκουμένης, καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν 2 πεπείρανται παθημάτων, οὐ πανταχοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπ̓ ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον, ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν 3 τοῖς οἰκονομηθεῖσιν. εἰ γὰρ μὴ ἐγεγόνει θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ηὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς. Ἄγε οὖν, θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα, καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν [p. 472] κορυφήν, 4 καὶ περίστητε μὲν τὸν ποιμένα τῆς ἐκκλησίας, ὅταν δῷ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων 5 φανῆναι θρόνων, 6 ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖν 7 διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν δυνατόν, δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι, καὶ ἅμα οὐ μικρῶς 8 ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.

1 a)gaphtikh\ prosfw/nhsis add. Reg. secundus, Coisl. secundus.

2 h(mi=n editi anti#3i.

3 e)pi/ add. E.

4 korwni/des Reg. secundus, Coisl. secundus, Paris.

5 tw=n i)di/wn to\n i)/dion E.

6 qro/non E.

7 u(mi=n E.

8 smikrw=s E.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: