previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γρηγορίῳ Βασίλειος

Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ 1 ἥμερον καὶ φιλάνθρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου ῾τέως γὰρ οὕτω γράφομεν̓ αἰχμαλωσίαν συναγαγών, καὶ τὴν κοινὴν ἀσχημοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. δεῖ δὲ 2 ὅμως τὴν σὴν εὐλάβειαν μαθοῦσαν τὰ κατ̓ αὐτὸν οὕτω λῦσαι τὴν ἀτιμίαν. Οὗτος νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παῤ ἡμῶν τῆς κατὰ Οὐήνεσαν 3 ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος: παρθένους δὲ ἀθλίας συναγαγὼν κατ̓ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ ῾οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον̓, τὰς δὲ ἀκούσας ἀγελαρχεῖν ἐπεχείρησε, καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθείς, ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας 4 καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλ̓ ἀφορμὴν βίου [p. 440] ταύτην ὥσπερ ἄλλος τινὰ προστησάμενος: καὶ μικροῦ τὴν ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε, περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν χωρεπίσκοπον 5 καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον. Καὶ τέλος, ἵνα τι μὴ 6 λόγῳ ἐπιτιμηθῇ μικρὸν παῤ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν ῾καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν̓, πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. συλήσας νῶν παρθένων ὅσας ἠδύνατο, καὶ νύκτα τηρήσας, δραπέτης γίνεται. πάνυ σοι δεινὰ ταῦτα φανεῖται. 7 σκόπει καὶ τὸν καιρόν. ἤγετο μὲν ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα, καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος: ἀλλ̓ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας, καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους, καὶ μετ̓ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι, περιυβρίζει καὶ ἀτιμοῖ 8 θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος. Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ: καὶ [p. 442] γὰρ κοινὸς 9 πάντων ἡμῶν γέλως: ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν: τύχοι γὰρ ἄν τινος φιλανθρωπίας εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων: εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ ἐκκλησίᾳ. εἰ δὲ μή, 10 τάς γε βουλομένας τυραννεῖσθαι μῂ συγχωρήσῃς, ἀλλ̓ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς. μαρτυρόμεθά σοι 11 ὡς καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετ̓ ἐπιστήμης καὶ τῆς πρεπούσης 12 εὐσταθείας, τοῦτο ἄριστον, εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.

1 e)pieike\s kai\ e)pieikw=s Harl.

2 sugkalu/yas. dei= de/ om. E.

3 *su/nnasan Harl.

4 dikai/as add. editi anti#3i.

5 e)pi/skopon E, Med.

6 mh/ Combefisius, sho sould thus replace ti.

7 fai/netai Harl.

8 a)tima/zei Harl.

9 koino/n editi anti#3i.

10 tou=to add. editi anti#3i.

11 soi *qeo\n kai\ a)nqrw/pous Harl.; se E.

12 parou/shs E, editi anti#3i.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: