previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων 1

Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν [p. 432] Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως: ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν ῾ἵν̓ εἴπω τὸ τοῦ Δαβίδ̓, ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. καὶ μακάριος σοι πλησιάζειν ἠξιωμένος. 2 καὶ μακαριώτερος δὲ ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα, ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλ̓ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης, 3 καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης. Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν: 4 ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. τῆς πραγματείας οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα: διήλθομεν διὰ πυρὸς καὶ ὕδατος: πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. οὐ γὰρ 5 ἐγκαταλείψει ἡμᾶς Θεὸς εἰς τέλος, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον: ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως [p. 434] ἡμῶν, καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει, καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σεαυτὸν δηλῶν, ποιῆσαι νῦν κατηξίωσας.

1 presbu/teros w)/n add. E, editi anti#3i.

2 kai\ maka/rios ... h)ciwme/nos om. E.

3 a)nefa/nhs E.

4 kai/ add. E.

5 ei)s te/los add. E.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: