previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γρηγορίῳ ἑταίρῳ 1

Ἐγὼ τοῦ ἀδελφοῦ μοι ἐπιστείλαντος Γρηγορίου πάλαι βούλεσθαι ἡμῖν συντυχεῖν, προσθέντος δὲ ὅτι καὶ σοὶ αὐτὸ τοῦτο δεδογμένον ἐστί, τὸ μέν τι 2 καὶ διὰ τὸ πολλάκις ἀπατηθῆναι 3 ὀκνηρῶς 4 ἔχων πρὸς τὸ πιστεύειν, τὸ δέ τι καὶ ὑπὸ ἀσχολιῶν περισπώμενος, ἐπιμεῖναι οὐκ ἠδυνήθην. δεῖ γάρ με ἤδη ἀπελαύνειν ἐπὶ τὸν Πόντον, ἐν τάχα ποτέ, τοῦ Θεοῦ βουληθέντος, τῆς πλάνης λήξομεν. 5 μόλις γὰρ ἀπογνοὺς τῶν ματαίων ἐλπίδων, ἃς ἐπὶ σοὶ εἶχόν ποτε, μᾶλλον δὲ τῶν ὀνείρων, εἰ δεῖ ἀληθέστερον εἰπεῖν ῾ἐπαινῶ γὰρ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνιἀ, κατὰ βίου ζήτησιν ἐπὶ τὸν Πόντον ἀπῆλθον. ἔνθα δή μοι Θεὸς χωρίον ὑπέδειξεν ἀκριβῶς συμβαῖνον 6 τῷ ἐμῷ τρόπῳ, ὥστε, οἷον πολλάκις εἰώθαμεν 7 ἀργοῦντες ἅμα καὶ παίζοντες τῇ διανοίᾳ συμπλάττειν, τοιοῦτον ἐπὶ τῆς ἀληθείας καθορᾷν. Ὄρος γάρ ἐστιν ὑψηλὸν βαθείᾳ ὕλῃ κεκαλυμμένον, ψυχροῖς ὕδασι καὶ διαφανέσιν εἰς τὸ κατ̓ ἄρκτον κατάῤῥυτον. τούτου ταῖς ὑπωρείαις πεδίον ὕπτιον ὑπεστόρεσται, ταῖς ἐκ τοῦ ὄρους νοτίσι διηνεκῶς πιαινόμενον. ὕλη δὲ τούτῳ 8 αὐτομάτως περιφυεῖσα ποικίλων καὶ παντοδαπῶν δένδρων, [p. 108] μικροῦ δεῖν ἀντὶ ἕρκους αὐτῷ γίνεται, ὡς μικρὰν εἶναι πρὸς τοῦτο καὶ τὴν Καλυψοῦς νῆσον, ἣν δὴ πασῶν πλέον Ὅμηρος εἰς κάλλος θαυμάσας φαίνεται. καὶ γὰρ οὐδὲ πολὺ ἀποδεῖ τοῦ νῆσος εἶναι, ἕνεκά γε τοῦ πανταχόθεν 9 ἐρύμασι περιείργεσθαι: φάραγγες μὲν γὰρ αὐτῷ βαθεῖαι κατὰ δύο μέρη περιεῤῥώγασι, κατὰ πλευρὰν δὲ ἀπὸ κρημνοῦ ποταμὸς ὑποῤῥέων τεῖχός ἐστι καὶ αὐτὸς διηνεκὲς καὶ δυσέμβατον: ἐκ δὲ τοῦ ἐπὶ θάτερα τεταμένον εἶναι τὸ ὄρος δἰ ἀγκώνων μηνοειδῶν ταῖς φάραγξιν ἐπιζευγνύμενον, τὰ βάσιμα τῆς ὑπωρείας ἀποτειχίζει. μία δέ τις 10 εἴσοδος ἐπ̓ αὐτῆς, ἧς ἡμεῖς ἐσμὲν κύριοι. τήν γε μὴν οἴκησιν αὐχήν τις ἕτερος ὑποδέχεται, ὑψηλόν τινα ἐπὶ τῆς ἄκρας ἀνέχων τένοντα, ὥστε τὸ πεδίον ἐκ τούτου 11 ὑφηπλῶσθαι ταῖς ὄψεσι καὶ ἐκ τοῦ μετεώρου ἐξεῖναι καὶ τὸν ποταμὸν περιῤῥέοντα καθορᾷν, οὐκ ἐλάττονα τέρψιν, ἔμοιγε δοκεῖν, παρεχόμενον τοῖς ἐκ τῆς Ἀμφιπόλεως τὸν Στρύμονα καταμανθάνουσιν. μὲν γὰρ σχολαιοτέρῳ 12 τῷ ῥεύματι περιλιμνάζων, μικροῦ δεῖν 13 καὶ τὸ 14 ποταμὸς εἶναι ὑπὸ 15 τῆς ἡσυχίας ἀφῄρηται: δὲ ὀξύτατα ὧν ἐγὼ οἶδα ποταμῶν ῥέων βραχύ τι τῇ γείτονι πέτρᾳ παρατραχύνεται: 16 ἀφ̓ 17 ἧς ἀναχεόμενος εἰς δίνην βαθεῖαν περιειλεῖται, [p. 110] ὄψιν τε ἡδίστην 18 ἐμοὶ καὶ παντὶ θεατῇ παρεχόμενος, καὶ χρείαν τοῖς ἐπιχωρίοις αὐταρκεστάτην, ἰχθύων γε 19 πλῆθος ἀμύθητον ταῖς δίναις 20 ἐντρέφων. Τί δεῖ λέγειν τὰς ἐκ τῆς γῆς ἀναπνοάς, τὰς ἐκ τοῦ ποταμοῦ αὔρας; τό γε μὴν τῶν ἀνθέων πλῆθος τῶν ᾠδικῶν ὀρνίθων ἄλλος μὲν ἄν τις θαυμάσειεν, 21 ἐμοὶ δὲ οὐ σχολὴ τούτοις προσέχειν τὸν νοῦν. δὲ μέγιστον εἰπεῖν ἔχομεν τοῦ χωρίου, ὅτι πρὸς πᾶσαν ὑπάρχον 22 καρπῶν φορὰν ἐπιτήδειον δἰ εὐκαιρίαν τῆς θέσεως, ἥδιστον ἐμοὶ πάντων καρπῶν τὴν ἡσυχίαν τρέφει, 23 οὐ μόνον καθότι τῶν ἀστικῶν θορύβων ἀπήλλακται, ἀλλ̓ ὅτι οὐδὲ ὁδίτην τινὰ παραπέμπει πλὴν τῶν κατὰ θήραν ἐπιμιγνυμένων ἡμῖν. πρὸς γὰρ τοῖς 24 ἄλλοις καὶ θηροτρόφος ἐστίν, οὐχὶ ἄρκτων λύκων τῶν ὑμετέρων ῾μὴ γένοιτὀ, ἀλλ̓ ἐλάφων ἀγέλας καὶ αἰγῶν ἀγρίων καὶ λαγωοὺς βόσκει, καὶ εἴ τι τούτοις ὅμοιον. Ἆῤ οὖν οὐκ ἐνθυμῇ παῤ ὅσον ἦλθον κινδύνου μάταιος ἐγώ, τοιούτου χωρίου τὴν Τιβερίνην, τῆς οἰκουμένης τὸ βάραθρον, φιλονεικῶν ἀνταλλάξασθαι; πρὸς ὅπερ νῦν ἐπειγομένῳ συγγνώσῃ. πάντως γὰρ οὐδὲ Ἀλκμαίων Ἐχινάδας 25 εὑρὼν ἔτι τῆς πλάνης ἠνέσχετο. [p. 112]

1 *grhgori/w| e(tai/rw| A, B, E. tw=| au)tw=| C. tou= makari/ou basilei/ou e)pisko/pou *kaisarei/as *kappadoki/as pro\s *grhgo/rion e)pi/skopon nazan %2%2%2 F.

2 me/n ti : me/ntoi C.

3 me add. E, F.

4 o)knhrote/rws A, B, C.

5 lh/comai C.

6 sumbai/nonta C.

7 ei)w/qeimen C.

8 tou/twn C.

9 panto/qen C, E.

10 tis om. E, F.

11 tou/tou F.

12 sxolai/w| C, F.

13 mikrou= dei= C.

14 tou= C.

15 u(po\ om. F.

16 peritraxu/netai A, C, D.

17 u(f) C, F

18 megi/sthn C, pasw=n add. E.

19 te MSS.

20 perieilou/menon add. E.

21 e)qau/masen E, F.

22 u(pourgi/an C.

23 e)ktre/fei E.

24 au)toi=s A, B.

25 nh/sous E.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: