previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τοῖς Ἀλεξανδρεῦσιν

Ἡμᾶς μὲν ἀκοὴ τῶν γεγενημένων κατά τε τὴν Ἀλεξάνδρειαν καὶ τὴν λοιπὴν Αἴγυπτον διωγμῶν [p. 326] πάλαι κατέλαβε, καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου: ὃς 1 ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐχθρῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλησίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλήν, 2 καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα 3 τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν ἐπὶ τῇ ἀγγελίᾳ τῶν γεγενημένων 4 ἐκπεπληγμένοι. καὶ γὰρ τῷ ὄντι ἤχησαν 5 ἡμῶν ἀμφότερα τὰ ὦτα μαθόντα τὴν ἀναιδῆ καὶ μισάνθρωπον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθησαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳ 6 καμάτους, οὐ λαῶν ἀγάπην: ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα, καὶ ἠτίμωσαν, καὶ ἐξορίαις παρέδωκαν, καὶ διήρπασαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὔτε τὴν παρὰ ἀνθρώπων κατάγνωσιν 7 ἐντρεπόμενοι, οὔτε τὴν φοβερὰν τοῦ δικαίου κριτοῦ ἀνταπόδοσιν προορώμενοι. ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἔννοια: ἆρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τὰς ἐκκλησίας παντελῶς Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστί, καὶ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ἄνομος, υἱὸς τῆς ἀπωλείας, [p. 328] ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν σέβασμα; Πλὴν εἴτε πρόσκαιρός ἐστιν πειρασμός, βαστάσατε αὐτόν, οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί: εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται, 8 μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλ̓ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ γὰρ πᾶσα κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν δίκαιος κριτής, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι 9 ὑπενεγκεῖν; Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι: ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν οὐδὲ 10 κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες, διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο. 11 οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ [p. 330] δὲ 12 ἐν φόνῳ μαχαίρας ἀπέθανον. ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. μακάριος καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. μακαριώτερος δὲ πλεονάσας ἐν τοῖς παθήμασι: διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι 13 εἰς ἡμᾶς. Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτόν με παραγενέσθαι, οὐδὲν ἂν προετίμησα τῆς συντυχίας ὑμῶν, ὥστε καὶ ἰδεῖν τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, καὶ περιπτύξασθαι, καὶ κοινωνῆσαι τῶν προσευχῶν καὶ τῶν πνευματικῶν ἐν ὑμῖν χαρισμάτων. ἐπειδὴ δὲ τὸ σῶμά μοι λοιπὸν ὑπὸ χρονίας νόσου κατανάλωται, ὡς μηδὲ ἀπὸ τῆς κλίνης δύνασθαί με καταβαίνειν, καὶ οἱ ἐφεδρεύοντες ἡμῖν πολλοί, ὡς λύκοι ἅρπαγες, ἐπιτηροῦντες καιρὸν πότε δυνηθῶσι διαρπάσαι τὰ πρόβατα τοῦ Χριστοῦ, ἀναγκαίως ἐπὶ τὴν διὰ τοῦ γράμματος ἐπίσκεψιν ἦλθον, παρακαλῶν προηγουμένως μὲν ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιεῖσθαι ὑμᾶς δεήσεις, ἵνα καταξιωθῶ τὰς γοῦν λειπομένας ἡμέρας ὥρας δουλεῦσαι τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον τῆς βασιλείας, ἔπειτα καὶ συγγνώμην ἔχειν μου τῇ ἀπολείψει καὶ τῇ βραδυτῆτι ταύτῃ τῶν γραμμάτων. μόλις γὰρ ηὐπορήσαμεν ἀνθρώπου τοῦ δυναμένου ἐξυπηρετήσασθαι ἡμῶν τῇ ἐπιθυμίᾳ: λέγομεν δὲ τὸν υἱὸν ἡμῶν Εὐγένιον τὸν μονάζοντα, δἰ οὗ παρακαλῶ εὔξασθαι ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας πάσης, καὶ ἀντιγράψαι ἡμῖν τὰ περὶ ὑμῶν, ἵνα γνόντες εὐθυμότερον διατεθῶμεν. [p. 332]

1 pw=s editi anti#3i.

2 e(autou= th\n boulh\n au)tou= th\n e)piboulh/n editi anti#3i.

3 kekrumme/na h(mi=n ta\ e)/nedra kekrumme/na h(mi=n ta\s e)/nedra E.

4 genome/nwn Coisl. Secundus, tres Regii.

5 h)/xhsen E

6 polia=| editi anti#3i.

7 kata/krisin E, Med.

8 paradi/dontai editi anti#3i.

9 h(ma=s add. E.

10 ou) editi anti#3i.

11 u(pedei/canto E.

12 e)pri/sqhsan, oi( de\ e)peira/sqhsan. e)pri/sqhsan E.

13 a)pokalu/ptesqai E.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: