previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μοδέστῳ ὑπάρχῳ

Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φερόντων τοῖς αἰσθανομένοις: διότι αἱ πρὸς τοὺς παμπληθὲς 1 τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμένοις 2 περιφάνειαν προξενοῦσιν. ἐμοὶ δ̓ ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἔντευξις, ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι, καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδη 3 κλιθείσῃ. 4 ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομέν 5 σε τὸ πρᾶγμα τοιοῦτον. Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσβυτέρους [p. 196] καὶ διακόνους, παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν. 6 οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα, 7 ἀπεγράψαντο, πλὴν εἰ μὴ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. δεόμεθα οὖν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἀφεθῆναι, 8 παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφύλαττον, καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας: 9 καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν ῾οὕτω γὰρ εἰς τοὺς διαδόχους χάρις μεταβήσεται, οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναἰ, ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι. Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει, καὶ τῷ βασιλικῷ οἴκῳ πολλοὺς τοὺς ὑπερευχομένους παρασκευάσει, καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων: ὅπερ 10 οὖν καὶ ἐπὶ τῆς ἐλευθερίας 11 ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ. [p. 198]

1 pamplhqei=s editi anti#3i.

2 th/n add. E.

3 h)/dh om. E.

4 e)lqou/sh| editi anti#3i.

5 i(keteu/wmen E.

6 a)fh=kan editi anti#3i.

7 prosta/mata E, Harl.

8 e)nafeqh=nai editi anti#3i.

9 th=s ... i(erateu/ontas th\n suntelei/an toi=s i(erateu/ousi E.

10 w(/sper editi anti#3i.

11 e)leuqe/ras E.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: