previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

α. Περὶ τοῦ ὅτι φόβος ψευδὴς μάντις ἐστίν γὰρ φόβος ψευδὴς μάντις, δέδοικε, ταῦτ̓ οἰήσεται καὶ γίγνεσθαι, καὶ πᾶν τὸ ἐν νυκτί, κἂν μικρὸν , φοβερώτερον τοῖς πολιορκουμένοις: οὐδεὶς γάρ, βλέπει, λέγει διὰ τὸ σκότος, ἀλλὰ πᾶς, ἀκούει: καὶ ἑνός που φανέντος δυεῖν ἐπὶ τείχους πολεμίων τὸ πᾶν ἤδη στράτευμα τῶν τειχῶν ἐπιβεβηκέναι δόξαντες ἀπετράπησαν, ἐρήμους καταλιπόντες ἐπάλξεις καὶ πύλας. [p. 508] β. Ὅτι αὐτὸν χρὴ παράδειγμα τὸν στρατηγὸν γίγνεσθαι τοῖς στρατιώταις [2] Εἰ δέ τι διὰ χειρὸς στρατηγὸς ἐξεργάσασθαι σπεύδοι, μὴ ὀκνείτω πρῶτος αὐτὸς ὀφθῆναι ποιῶν: οὐ γὰρ οὕτως ταῖς ἀπὸ τῶν κρειττόνων ἀπειλαῖς ἀναγκαζόμενοί τι ποιοῦσιν, ὡς ταῖς ἀπὸ τῶν σεμνοτέρων διατροπαῖς: ἰδὼν γάρ τις τὸν ἡγεμόνα πρῶτον ἐγχειροῦντα καὶ ὅτι δεῖ σπεύδειν ἔμαθε καὶ μὴ ποιεῖν ᾐδέσθη καὶ ἀπειθεῖν ἐφοβήθη: καὶ οὐκ ἔθ̓ ὡς δοῦλον ἐπιταττόμενον διετέθη τὸ πλῆθος, ἀλλ̓ ὡς ἐξ ἴσου παρακαλούμενον διετράπη. γ. Περὶ πολιορκητηρίων μηχανημάτων [3] Πολλῶν δὲ καὶ ποικίλων ἐκ τῶν μηχανῶν πολιορκητηρίων χρήσεται κατὰ δύναμιν στρατηγός. οὐ γὰρ ἐπ̓ ἐμοὶ τὸ λέγειν, ὅτι δεῖ κριοὺς ἔχειν ἑλεπόλεις σαμβύκας πύργους ὑποτρόχους χελώνας χωστρίδας καταπέλτας: τῆς γὰρ τῶν πολεμούντων τύχης καὶ πλούτου καὶ δυνάμεως ἴδια ταῦτα καὶ τῆς τῶν ἑπομένων ἀρχιτεκτόνων ἐπινοίας εἰς τὰς [p. 510] ὀργανικὰς κατασκευάς. [4] στρατηγοῦ δ̓ ἰδίας ἀγχινοίας ἔργον τοιόνδε ἂν εἴη, εἰ βούλοιτο προσβάλλειν μηχανάς: καθ̓ ἓν μὲν ἀποχρήσθω μέρος τοῖς ἔργοις αὐτοῖςοὐδὲ γὰρ ἄλλως ἄν τις εὐπορήσειεν ἐν κύκλῳ παντὶ τῷ τείχει περιστῆσαι μηχανάς, εἰ μὴ πάνυ μικρὰ πόλις εἴη—, εἰς πολλὰ δὲ τάγματα διελὼν τὸ στράτευμα κατὰ τὰ ἄλλα τοῦ τείχους μέρη κελευέτω τὰς κλίμακας προσφέρειν: οὕτως γὰρ εἰς ἀμηχανίαν οἱ πολιορκούμενοι πολλὴν ἐμπίπτουσιν: [5] ἄν τε γὰρ ἀμελήσαντες τῶν ἄλλων μερῶν τοῦ τείχους ἐπὶ τὰς προσβολὰς τῶν μηχανῶν ἀμύνωσιν, ἅπαντες οἱ κατὰ τὰς κλίμακας μηδενὸς ἀποκωλύοντος ῥᾳδίως ἐπιβαίνουσι τῶν τειχῶν, ἄν τε διελόντες σφᾶς αὐτοὺς ἐπιβοηθήσωσι κατὰ μέρη, σφοδροτέρας ἐνεργείας γιγνομένης κατὰ τὰς ἐμβολὰς τῶν ὀργάνων οἱ καταλειφθέντες οὐδὲ μάχεσθαι τούτοις τολμήσαντες ἀδυνατήσουσι τὸ ἐπιφερόμενον κακὸν ἀποκρούεσθαι. [6] διόπερ καθάπερ ἀγαθὸν παλαιστὴν προδεικνύειν μὲν καὶ σκιάζειν εἰς πολλὰ μέρη δεῖ περισπῶντα καὶ ἐπισφάλλοντα δεῦρο κἀκεῖσε πρὸς πολλὰ τοὺς ἀντιπάλους, ἑνὸς δὲ ζητεῖν ἐγκρατῶς λαβόμενον ἀνατρέψαι τὸ πᾶν σῶμα τῆς πόλεως. [p. 512] δ. Πῶς χρὴ διατελεῖν ἐπείγοντα τὰ τῆς πολιορκίας [7] Εἰ δ̓ ἐν τάχει σπεύδοι τις ἐξελεῖν φρούριον πόλιν χάρακα καὶ αὐτῷ κάμνοι δύναμις μηδὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ τῶν ἐρυμάτων, εἰς τάγματα διελὼν τὸ στράτευμα, ὅς᾿ ἂν ἱκανὰ εἶναί οἱ δοκῇ κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους καὶ κατὰ τὸ μέγεθος τῆς πολιορκουμένης πόλεως, νυκτὸς ἀρξάμενος εὐθὺς τῷ μὲν πρώτῳ προσβαλλέτω τάγματι τῷ δευτέρῳ κελεύσας ἐφεδρεύειν καὶ ἑτοίμῳ εἶναι, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ, καὶ εἰ τύχοι πέμπτον ὄν, παραγγελλέτω τρέπεσθαι κατὰ κοῖτον: [8] εἶτα, ὅταν τῷ πρώτῳ καταπειράσῃ τινὰ χρόνον, τούτους μὲν ἀνακαλεσάμενος ἀποπεμπέτω κοιμησομένους, σημαινέτω δὲ τῷ δευτέρῳ προϊέναι τοῦ χάρακος, δὲ τρίτος ταγματάρχης ἀναστήσας ἐν τούτῳ καθοπλιζέτω τὸ ὑφ̓ ἑαυτὸν τάγμα: [9] καὶ μετὰ τοὺς δευτέρους τὴν ἴσην ὥραν τοῖς πρώτοις ἀγωνίζεσθαι ἄξει τὸ τρίτον, κοιμάσθω δὲ τὸ δεύτερον τάγμα, μετὰ τοῦτο δ̓ αὖ τὸ τέταρτον, εἶθ̓ ἑξῆς τὸ πέμπτον, ἐν μέρει τῶν στρατιωτῶν ἀναπαυομένων. [10] ὁμοίως δ̓ ἐπισυναπτούσης τῆς ἡμέρας οἱ πρῶτοι τῇ νυκτὶ προσβαλόντες ἕωθεν πάλιν πρῶτοι προσαγόντων: εἶθ̓ ὥρας, εἰ μὲν ἓξ εἴη τάγματα, δύο κινδυνεύσαντες, εἰ δὲ πέντε, δυσὶν ἔτι μικρὸν ἐπιθέντες, εἰ δὲ [p. 514] τέτταρα, τρεῖς, εἰ δὲ τρία, τέτταρας, ἀπιόντες ἀριστοποιείσθων, ἑξῆς δ̓ οἱ μετ̓ αὐτοὺς καὶ πάλιν οἱ μετὰ τούτους ἄχρι τῶν τελευταίων, ὥστε κύκλον τινὰ περιάγεσθαι. [11] τούτου γὰρ συμβαίνοντος ἀμφότερα ἂν γίγνοιτο: καὶ αἱ προσβολαὶ καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν ἀδιάλειπτοι προσαχθήσονται, καὶ οἱ προσβάλλοντες ἀκμῆτες καὶ νεαροὶ τὰς ἀναπαύσεις ἐν μέρει ποιούμενοι μαχοῦνται. [12] τοὺς μέντοι πολιορκουμένους, μηδ̓ ἂν πάνυ πολλοὶ τυγχάνωσιν, οἰέσθω τις τὸ αὐτὸ στρατήγημα ἀντεισοίσεσθαι τὸ γὰρ κινδυνεῦον, οὐδ̓ ἂν ἐπιτρέπῃ τις, ὕπνῳ χαρίζεσθαι βούλεται: φόβῳ γὰρ τοῦ δεινοῦ, παῤ ὃν ἀναπαύεται χρόνον, ὡς ἁλωσομένης τῆς πόλεως ἐγρήγορε: καὶ τὸ πολιορκούμενον, κἂν ὀλίγον τὸ πολιορκοῦν αὐτό, πασσυδὶ προσαμύνει, καὶ πᾶν ὅσον ἐντειχίδιόν ἐστι κεκίνηται, ὅτι καὶ τὸ μέλλον φοβερώτερον, ὡς, εἰ παρὰ μικρὸν ἀμελήσαιεν, ἀπολούμενοι πάντες. [13] ὅθεν δὴ πᾶσα ἀνάγκη τρυχομένους αὐτοὺς καὶ μηδὲ μίαν ὥραν ἀνάπαυλαν ἴσχοντας, ἀλλὰ καὶ ἀγρυπνίαις καὶ πόνοις κάμνοντας, εἶτα καὶ πρὸς τὰ μέλλοντα τεταλαιπωρηκότας ἀσθενέστερον τοῖς σφετέροις προσαμύνειν τοὺς δεησομένους καὶ παραδώσοντας τὴν πόλιν ἐκπέμπειν. [p. 516] ε. Πῶς χρὴ τὸν στρατηγὸν ἀναπαύεσθαι [14] Αὐτὸς οὖν στρατηγός, ἴσως φήσει τις, ἐξ ἀδάμαντος σιδήρου κεχάλκευται μόνος ἄγρυπνος ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα: ἀλλὰ παῤ ὃν ἀναπαύεται χρόνονοὗτος δ̓ ὀλίγος ἔστω καὶ σύντομος —, ἕνα τῶν ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις. ς. Πῶς τὰ δοκοῦντα τῆς πόλεως μέρη ἀνάλωτα εἶναι πολλάκις εὐάλωτα γίγνεται [15] Ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως εἶναι κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν ἔδωκε τοῖς πολιορκοῦσιν ἀφορμὰς μείζονας εἰς τὸ νικᾶν: εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα τῶν πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλακτεῖσθαι καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι στρατιωτῶν. [16] ἔνθα στρατηγὸς ἀγαθὸς ἐνόησεν δεῖ ποιῆσαι, καί τινας τῶν εὐτολμοτάτων παρακαλέσας ἐπαγγελίαις καὶ τιμαῖς ὀλίγους, οἷς [p. 518] ῥᾷον ἀναβαίνειν εἴτε δἰ αὐτῆς τῆς δυσχωρίας, εἴτε διὰ κλιμάκων, ἐκράτησε τῆς πράξεως: ὑποκαταβάντες γὰρ ἐντὸς τείχους πυλίδα διέκοψαν πύλην ἀνέῳξαν. ζ. Περὶ τῆς ἀπὸ τῶν σαλπίγγων ὠφελείας [17] Μέγα δ̓ ἂν ὀνήσειε καί τι τοιόνδε συνεπινοηθέν, εἰ καὶ σαλπιγκτὰς οἱ φθάσαντες ἐπιβῆναι τοῦ τείχους ἀνιμήσαιεν: ἀκουσθεῖσα γὰρ πολεμία σάλπιγξ ἀπὸ τειχῶν ἐν νυκτὶ πολλὴν ἔκπληξιν ἐπιφέρει τοῖς πολιορκουμένοις ὡς ἤδη κατὰ κράτος ἑαλωκόσιν, ὥστε τὰς πύλας καὶ τὰς ἐπάλξεις ἀπολιπόντας φεύγειν: ὅθεν δήπου συμβαίνει γίγνεσθαι τοῖς ἔξω στρατιώταις ῥᾳδίαν τήν τε τῶν πυλῶν ἐκκοπὴν καὶ τὴν ἐπὶ τὰ τείχη διὰ τῶν κλιμάκων ἀνάβασιν, οὐδενὸς ἔτι τῶν πολεμίων ἀπείργοντος: οὕτως που δυνατὸν ἑνὶ καὶ ἀνόπλῳ σαλπιγκτῇ πόλιν ἁλῶναι. η. Τί χρὴ ποιεῖν τὸν στρατηγὸν μετὰ τὸ ἑλεῖν τὴν πόλιν [18] Εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι πλήθει τε καὶ δυνάμει πόλιν ἐρρωμένως ἑλὼν εἰς φόβον ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ [p. 520] συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται τοὺς ἐπεισπίπτοντας τὰ μετέωρα καταλαμβανόμενοι καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν ἐπὶ πολὺ κακώσοντες τοὺς πολεμίους, κηρυττέτω τοὺς ἀνόπλους μὴ κτεῖναι. [19] ἕως γὰρ ἕκαστος ἐλπίζει ληφθεὶς τεθνήξεσθαι, βούλεται φθάνειν δράσας καὶ πάσχων ἀλλά τι καὶ δρᾶν, πολλοί τε ἤδη πολεμίους εἰσκεχυμένους ἐξήλασαν καὶ μὴ δυνηθέντες εἰς ἀκρόπολιν ἐρυμνὴν κατειλήθησαν, ἔνθεν αὖθις εἰς πόνον καὶ ταλαιπωρίαν κατέστησαν τοὺς πολεμίους, ὥστε δευτέραν ἐπαναιρεῖσθαι πολιορκίαν ... καὶ πολυχρονιωτέραν, ἔστιν δ̓ ὅτε καὶ ἐπαλγεστέραν μετὰ πολλῆς πείρας κακῶν. [20] εἰ δὲ διαβοηθείη τόδε τὸ κήρυγμα, τάχα μὲν καὶ πάντες, ὡς δὲ πρόδηλον εἰπεῖν, οἵ γε πλείους τὰ ὅπλα ῥίψουσι: τῶν τε γὰρ βουλομένων δἰ ὀργῆς ἕκαστος εἰς ἄμυναν ἰέναι δεδιὼς τὸν πέλας, μή ποτε οὐχ ἑαυτῷ ταὐτὰ φρονῇ, ῥίπτειν ἀναγκασθήσεται, ὥστε, κἂν πάντες βούλωνται τὰ ὅπλα φυλάττειν, διὰ τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα, μὴ μόνος ὡπλισμένος ληφθῇ, σπεύδειν ἀποτιθέμενον [p. 522]οἱ γὰρ ὀξεῖς καιροὶ τὴν κοινὴν γνώμην φανερὰν οὐκ ἐῶσι γίγνεσθαι —, οἵ τε ἕτοιμοι πρὸς τὸ σώζεσθαι, μέχρι μὲν οὐδὲν εἰς ἐλπίδα κεκήρυκται σωτηρίας, εἰ καὶ μὴ γνώμῃ, ἀλλ̓ ἀνάγκῃ τὸ ἐπιὸν ἀμύνονται κακόν, ἐπειδὰν δὲ μικρὰν ἐλπίδα τοῦ σώζεσθαι λάβωσιν, ἱκέται τὸ λοιπὸν ἀντὶ πολεμίων ὑπαντῶσιν. [21] οὕτως τε μὲν κηρύξας καὶ τοὺς τὰ ὅπλα φυλάττειν βουλομένους ῥίπτειν αὐτὰ ἀναγκάζει: στρατιωτῶν δὲ θάνατος ἐν μὲν μάχαις εὐπαραμύθητοςδοκεῖ γὰρ τοῦ νικᾶν ἕνεκεν γεγονέναι —, ἐν δὲ νίκαις καὶ καταλήψεσι πόλεων τοῖς νικῶσιν οἴκτιστος, ἀφροσύνης τε μᾶλλον ἀνδρίας μαρτύριον: [22] εἰ μέντοι μνησικάκως ἔχοι τοῖς ἡττημένοις στρατηγός, μὴ παρὰ τούτοις οἰέσθω τι φέρεσθαι βλάβος, ὅτι τοὺς ἐντυγχάνοντας μὴ εὐθὺς κτενοῦσι: σχολῇ γὰρ βουλεύσεται μετὰ τοῦ ἀκινδύνου τὴν ἄμυναν ἀνανταγώνιστον ἔχων, τί χρὴ διαθεῖναι τοὺς ἑαλωκότας. [p. 524] θ. Τὸν λιμῷ μέλλοντα πόλιν αἱρήσειν τοὺς κατὰ τὴν χώραν ἀσθενεῖς εἰς αὐτὴν χρὴ πέμπειν [23] Εἰ δὲ τὴν κατὰ κράτος ἀπεγνωκὼς ἐκπόρθησιν εἰς χρόνιον καταβαίνοι πολιορκίαν οἰόμενος λιμῷ πιέσας τὴν πόλιν αἱρήσειν, τινα ἂν ἐπὶ τῆς χώρας ἔτι καταλάβῃ σώματα, τούτων τὰ μὲν ἐρρωμένα καὶ ἀκμάζοντα ταῖς ἡλικίαις εἰς ἄμυναν πολέμου λαβών, τι περ ἂν αὐτῷ δόξῃ, διαθέσθω, γύναια δὲ καὶ παιδάρια καὶ ἀσθενεῖς ἀνθρώπους καὶ γεγηρακότας ἑκὼν εἰς τὴν πόλιν ἀποπεμπέτω: ταῦτα γὰρ ἄχρηστα μὲν εἰς τὰς πράξεις ἔσται, τὰς δὲ παρεσκευασμένας τοῖς ἔνδον τροφὰς θᾶττον συναναλώσει, καὶ πολεμίων μᾶλλον φιλίων ἐφέξει τρόπον. ι. Ὁποῖον εἶναι χρὴ τὸν στρατηγὸν μετὰ τὴν νίκην [24] Εἰ δέ τῳ πάντα κατὰ δαίμονα καὶ νοῦν χωρήσειεν, ὥστε τοῖς ὅλοις ἐπιθεῖναι τοῦ πολέμου πράγμασι τέλος, ἔστω μὴ βαρὺς ἐπὶ ταῖς εὐπραγίαις, ἀλλ̓ εὔφορτος, μηδὲ τύφον ἀπηνῆ περιφέρων, ἀλλ̓ εὐμένειαν προσφιλῆ ἔχων: μὲν [p. 526] γὰρ φθόνον ἐγέννησε, αὕτη δὲ ζῆλον ἐπεσπάσατο. [25] φθόνος μὲν οὖν ἐστιν ὀδύνη τῶν πρὸς τοὺς πέλας ἀγαθῶν, ζῆλος δὲ μίμησις τῶν παῤ ἄλλοις καλῶν, τοσοῦτόν τε διενήνοχεν ἀλλήλων, ὥστε τὸ μὲν φθονεῖν εὐχὴν εἶναι τοῦ καὶ παῤ ἄλλῳ τι καλὸν μὴ εἶναι, τὸ δὲ ζηλοῦν ἐπιθυμίαν τῆς τῶν ἴσων κτήσεως. [26] ἀνὴρ οὖν ἀγαθὸς οὐ μόνον πατρίδος τε καὶ στρατιωτικοῦ πλήθους ἄριστος ἡγεμών, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν εἰς αἰεὶ εὐδοξίας ἀκινδύνου οὐκ ἀνόητος στρατηγός.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: