previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

α. Περὶ τοῦ δεῖν γυμνάζειν τὸν στρατὸν ἀδείας οὔσης Διόπερ ἀγαθοῦ στρατηγοῦ καὶ τὰ χρήσιμα τότε κατασκευάζειν, ὅτ̓ οὐκ ἐπείγουσιν αἱ τῶν ἐκ παρατάξεως ἀνάγκαι, καὶ τὰ ἄχρηστα διὰ τὴν τῶν σωμάτων ἄσκησιν ἐπιτάττειν. ἱκανὴ γὰρ στρατοπέδοις ἄνεσις, κἂν σφόδρα ταλαίπωροι ὦσιν, μὴ διὰ τῶν δεινῶν εἰς τὸ ἀληθινὸν ἀγώνισμα πεῖρα. γυμναζέτω δὲ τοιοῖσδέ τισι τρόποις. [2] Ἐκταττέτω πρῶτον ἀναδοὺς τὰ ὅπλα πᾶσιν, ἵν̓ ἐν μελέτῃ σφίσιν τὸ μένειν ἐν τάξει, καὶ ταῖς ὄψεσι καὶ τοῖς ὀνόμασι συνήθεις ἀλλήλοις γιγνόμενοι, τίς ὑπὸ τίνα καὶ ποῦ καὶ μετὰ πόσους, ὑπ̓ τάς τε ἐκτάσεις καὶ συστολὰς καὶ ἐγκλίσεις ἐπὶ λαιὰ καὶ δεξιά, καὶ λόχων μεταγωγὰς καὶ διαστήματα καὶ πυκνώσεις, καὶ τὰς δἰ ἀλλήλων ἀντεξόδους καὶ εἰσόδους, καὶ τὰς κατὰ λόχους [p. 410] διαιρέσεις, καὶ τὰς κατάξεις καὶ τὴν ἐπὶ φάλαγγα ἐκτείνουσαν καὶ τὴν ἐπὶ βάθος ὑποστέλλουσαν, καὶ τὴν ἀμφιπρόσωπον μάχην, ὅτ̓ ἂν οἱ κατ̓ οὐρὰν ἐπιστρέψαντες πρὸς τοὺς κυκλουμένους μάχωνται, καὶ τὰς ἀνακλήσεις ἐκδιδασκέτω. [3] Καθάπερ γὰρ ἐπὶ τῶν μουσικῶν ὀργάνων οἱ μὲν ἀρχὴν ἔχοντες τοῦ μανθάνειν ἐπιτιθέντες τοὺς δακτύλους ἐπί τε τὰ τρήματα τῶν αὐλῶν καὶ διαστήματα τῶν χορδῶν πολλάκις ἄλλον ἔθεσαν ἐπ̓ ἄλλην καὶ οὐ κατὰ τὴν ἁρμονικὴν διάστασιν, εἶτα μόλις ἐπεκτείναντες βραδὺ μὲν αἴρουσι τοὺς δακτύλους, βραδὺ δὲ τιθέασιν, οἱ δ̓ ἐν μελέτῃ τῆς μουσικῆς ἀνεπιτηδεύτως ἤδη ἐρρυθμισμένῃ τῇ χειρὶ δἰ ὀξύτητος μεταφέρουσιν, ὅπῃ τε βούλονται παραθλίψαι τῆς ἀναπνοῆς καὶ ἀνοῖξαι καὶ παραψῆλαι χορδῆς: τοῦτον δήπου τὸν τρόπον οἱ μὲν ἀσυνήθεις καὶ ἀνάσκητοι τῆς τάξεως διὰ ταράχου πολλοῦ μόλις ἀλλήλων διαμαρτάνοντες ἐγκατατάσσονται πολὺν ἀναλίσκοντες χρόνον, οἱ δὲ συγκεκροτημένοι διὰ τάχους, ὡς εἰπεῖν αὐτόματοι, φέρονται πρὸς τὴν τάξιν ἐναρμόνιόν τινα καὶ καλὴν ἐκπληροῦντες ὄψιν. [4] Εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας στύρακας ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα [p. 412] πεδία εἴη, βώλους τε κελεύων αἴροντας βάλλειν: ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων ἐπὶ τὴν μάχην: δείξας δ̓ αὐτοῖς καὶ λόφους βουνοὺς ὀρθίους τόπους κελευέτω σὺν δρόμῳ καταλαμβάνεσθαι: ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας ἑτέρους ἐκπεμπέτω: καὶ ἤτοι τοὺς μείναντας ἐπαινείτω καὶ μὴ ἐκπεσόντας τοὺς ἐκβαλόντας. [5] ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δ̓ τι οὖν ἥδιον ἐσθίει καὶ πίνει, κἂν λιτὸν , πολυτελέστερον οὐθὲν ἐπιζητοῦν: γὰρ ἀπὸ τῶν πόνων λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν καὶ γλυκὺ κρᾶμα, καὶ στερρότερά τε τὰ σώματά σφισι γίγνεται καὶ ἄκμητα, καὶ συνεθίζεται τοῖς μέλλουσι δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς ὑπαίθροις ἐγγυμναζόμενα. [6] Παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν ἁμίλλας ποιούμενος καὶ διώγματα καὶ συμπλοκὰς καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφ̓ ὅσον δυνατόν ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν: οὐ γὰρ οἶόν [p. 414] τε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς ἱππάζεσθαι. β. Περὶ προνομῶν [7] Σωφρονείτω δὲ περὶ τὰς προνομὰς καὶ μὴ ἐφιέτω ταῖς δυνάμεσιν, ἐπειδὰν εἰς εὐδαίμονα πολεμίων εἰσβάλῃ χώραν, ἀτάκτως φέρεσθαι πρὸς τὰς ὠφελίας: αἱ γὰρ μέγισται συμφοραὶ κἂν τοιοῖσδε γίγνονται: πολλάκις γὰρ ἀτάκτοις καὶ σποράσι περὶ τὴν λείαν σεσοβημένοις ἐπιπεσόντες οἱ πολέμιοι καὶ διὰ τὸ ἀσύντακτον τοῦ πλήθους καὶ διὰ τὸ βαρεῖς εἶναι τοὺς ἀποχωροῦντας ταῖς ὠφελείαις οὔτε τοῖς ὅπλοις χρῆσθαι δυναμένους οὔτ̓ ἀλλήλοις ἐπικουρῆσαι πολλοὺς διέφθειραν. [8] εἰ δέ τινες δίχα τοῦ τὸν στρατηγὸν κελεῦσαι προνομεύοιεν, οὗτοι κολαζέσθων. αὐτός γε μὴν ὅτ̓ ἂν ἐπὶ τὴν λείαν ἐκπέμπῃ, τοῖς ψιλοῖς καὶ ἀνόπλοις συνταττέτω μαχίμους ἱππεῖς καὶ πεζούς, οἳ περὶ μὲν τὴν λείαν οὐκ ἀσχολήσονται, μένοντες δὲ ἐν τάξει παραφυλάξουσι τοὺς προνομεύοντας, ἵν̓ σφισιν ἀσφαλὴς ἀποχώρησις. [p. 416] [9] Εἰ δὲ συλλάβοι ποτὲ κατασκόπους, μὴ μιᾷ κεχρήσθω γνώμῃ: ἀλλ̓, ἐὰν μὲν ἀσθενέστερα τὰ ἴδια ἤπερ τὰ παρὰ τῶν πολεμίων εἶναι νομίζῃ, κτεινάτω τούτου, ἂν δὲ καὶ ὁπλισμῷ καλῷ κεχρημένος καὶ παρασκευαῖς ἐντελέσι καὶ δυνάμει πολλῇ καὶ εὐεξίᾳ σωμάτων καὶ πειθηνίῳ στρατεύματι καὶ ἡγεμόσιν ἀρίστοις καὶ ἐμπειρίᾳ μεμελετημένῃ, παραλαβὼν τοὺς κατασκόπους καὶ ἐν κόσμῳ τὴν στρατιὰν ἐπιδειξάμενος οὐκ ἂν ἁμάρτοι ποτὲ καὶ ἀθώους ἀποπέμψας. τὰ μὲν γὰρ πλεονεκτήματα τῶν ἀντιπολέμων ἀγγελλόμενα φοβεῖσθαι συνηνάγκασεν, τὰ δ̓ ἐλαττώματα θαρρεῖν παρεστήσατο. δ. Περὶ νυκτοφυλάκων [10] Φύλακας δὲ καταταττέτω καὶ πλείους, ἵν̓ ἐν μέρει διελόμενοι τὴν τῆς νυκτὸς ὥραν οἱ μὲν ὑπνοῦν οἱ δὲ γρηγορεῖν αἱρῶνται: οὔτε γὰρ ἀναγκαστέον οὔθ̓ ὑπισχνουμένοις πιστευτέον ὅλην ἀγρυπνήσειν νύκτα τοὺς αὐτούς: εἰκὸς γάρ π̣̣̔̓τε καὶ παρὰ γνώμην ἐνδιδόντων τῶν μελῶν αὐτόματον ὕπνον ἐπελθεῖν. [11] ὀρθοὶ δ̓ ἑστῶτες φυλαττόντων: αἱ γὰρ καθέδραι καὶ ἀναπτώσεις [p. 418] συνεκλύουσαι τὰ σώματα μαραίνουσιν εἰς ὕπνον, δ̓ ἀνάστασις καὶ τόνος τῶν σκελῶν ἐγρήγορσιν ἐντίθησι τῇ διανοίᾳ. [12] καιόντων δ̓ οἱ φύλακες πυρὰ πορρωτέρω τῆς στρατοπεδείας: οὕτως γὰρ τοὺς μὲν προσιόντας διὰ τοῦ φωτὸς ἐκ πολλοῦ συνόψονται, τοῖς δ̓ ἐκ τοῦ φωτὸς ἐν σκότῳ τυγχάνοντες οὐκ ἀθρήσονται, μέχρις ἂν εἰς χεῖρας ἔλθωσιν. ε. Περὶ λαθραίας ἀναχωρήσεως τοῦ στρατεύματος [13] Εἰ δὲ βούλοιτό ποτε νύκτωρ ἀναστῆσαι τὸ στράτευμα λανθάνων τοὺς πολεμίους, τόπους προκαταλαβέσθαι προαιρούμενος τοὺς ὄντας φεύγων μηδέπω βουλόμενος εἰς ἀνάγκην ἐλθεῖν τοῦ μάχεσθαι, πυρὰ πολλὰ καύσας ἀναχωρείτω: βλέποντες μὲν γὰρ οἱ πολέμιοι τὰ φῶτα δοκοῦσι κατὰ χώραν αὐτὸν μένειν, ἀφωτίστου δὲ μεταξὺ γενομένης τῆς παρεμβολῆς ὑπόνοιαν ἀναλαβόντες, ὡς φεύγουσιν, ἐνέδρας τε προεκπέμπουσι καὶ διώκουσιν. ς. Περὶ στρατηγῶν κοινολογουμένων τοῖς τῶν ἐναντίων στρατηγοῖς [14] Ἐὰν δ̓ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογησόμενος, [p. 420] ὡς αὐτὸς εἰπεῖν ἀκοῦσαί τι βουλόμενος, ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγάλους, ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ αὑτὸν ἀπαντάτω: πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ ὧν ἤκουσεν στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, ἀλλ̓ ἐξ ὧν εἶδεν ἐφοβήθη. ζ. Περὶ αὐτομόλων [15] Τῶν δὲ αὐτομόλων εἴ τινες καιρὸν ἀφικνοῦνται μηνύσοντες ὥραν ἐπιθέσεως, ὁδὸν ἐπαγγέλλονται καθηγήσασθαι καὶ διὰ σκοπῶν ἀοράτων τοῖς πολεμίοις ἄξειν, δήσας αὐτοὺς ἀγέτω, τοῦτο ποιῶν σφισι φανερόν, ὡς, ἐὰν μὲν ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα ποιήσωσι τοῦ στρατεύματος, λύσει τέ σφας καὶ δωρεὰς δώσει καταξίους, ἐὰν δ̓ ἐξαπατήσωσι καὶ ψεύσωνται τοῖς σφετέροις ἐγχειρίσαι βουλόμενοι τὸ στράτευμα, παῤ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὄντες ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων κατασφαγήσονται: πίστις γὰρ αὐτομόλου τι μηνύοντος αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς αὑτοῦ ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους. [p. 422] η. Περὶ τοῦ ὁρᾶν καὶ τὴν τῶν πολεμίων παρεμβολήν [16] Ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν ἐμπείρως: μήτε γάρ, ἐὰν ἐν ἐπιπέδῳ καὶ κατὰ κύκλον ἴδῃ κείμενον βραχὺν τὴν περίμετρον καὶ συνεσταλμένον χάρακα, δοκείτω τοὺς πολεμίους ὀλίγους εἶναιπᾶς γὰρ κύκλος ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας, καὶ πλείους δύναται δέξασθαι τὸ ἐν αὐτῷ περιγραφόμενον εὖρος, ἰδὼν ἄν τις ὄψει τεκμήραιτο —, μήτε, ἂν αἱ πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι καὶ κατά τι μέρος στεναὶ τυγχάνωσιν σκολιαὶ καὶ πολυγώνιοι καὶ ὀξυγώνιοι, πολὺ πλῆθος ἐλπιζέτω: τῆς μὲν γὰρ στρατοπεδείας ὄψις μεγάλη φαίνεται, τοὺς δ̓ ἐν αὐτῇ περιειλημμένους ἄνδρας οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περιγραφομένων. [17] οἱ δ̓ ἐπὶ τῶν ὀρῶν καὶ λόφων χάρακες, ἐὰν μὴ συμφυεῖς ὦσι πάντῃ, μείζους μὲν ὁρῶνται τῶν ἐν τοῖς ἐπιπέδοις, ἐλάττους δὲ κατὰ τὴν ὄψιν ἄνδρας περιέχουσιν: πολλὰ γὰρ ἀνθρώπων ἐντὸς ἀπολείπεται γυμνὰ μέρη: τῶν γὰρ τοιούτων τόπων ἀνάγκη πολλὰ μὲν εἶναι βάραθρα, πολλὰ δὲ κρημνώδη καὶ τραχέα καὶ ἀκατασκήνωτα, τοῦ δὲ χάρακος πρὸ τῶν ἀνθρώπων τιθεμένου, τούτου τὸ μῆκος εὐλόγως ἐπεκτείνεται. [18] μήτ̓ οὖν, ἐπειδὰν ἴδῃ βραχὺν καὶ [p. 424] συνεσταλμένον, καταφρονείτω συλλογιζόμενος καὶ τὸν τόπον καὶ τὸ σχῆμα, μήτ̓, ἂν καὶ παραμήκη, καταπληττέσθω. [19] Ταῦτα μέντοι γιγνώσκων εὐκαίρῳ ποτὲ στρατηγίᾳ χρησάσθω. καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε δεικνύτω τοῖς ἀντεστρατοπεδευκόσι, καὶ δὴ προκαλουμένοις εἰς μάχην μὴ ἐξαγέτω: δοκείτω δὲ καὶ δεδιέναι. [20] πολλάκις γὰρ οἱ πολέμιοι καταφρονήσαντες ὡς ὀλίγων ὄντων τῶν ἐναντίων, ὄψει καὶ οὐκ ἐμπειρίᾳ στρατηγικῇ τὰ πράγματα κρίνοντες, ῥᾳθυμότερον ἀνεστράφησαν, ἀφυλάκτως καὶ ἀτάκτως τῆς ἰδίας προϊόντες παρεμβολῆς, ὡς οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύσεσθαι, καὶ τῷ χάρακι περιστάντες πολιορκοῦσιν ἀπροσδόκητοι τοῦ μέλλοντος ἐκχυθήσεσθαι πλήθους: δ̓ ἀνελπιστία τῶν δεινῶν ἀμελεστέρους ἐποίησε τοὺς στρατιώτας. ἔνθα δεῖ τὸν καιρὸν ἁρπάσαντα κατὰ πολλὰς ἐκδραμόντα τοῦ χάρακος πυλίδας ἐν τάξει τῶν ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων. [21] δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κἂν ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆται, καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι προμηθής: ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν, ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ [p. 426] παθεῖν: αἱ γὰρ ἴδιαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται. θ. Περὶ ἀπορρήτων [22] Προάγειν δ̓ εἰ δέοι νύκτωρ μεθ̓ ἡμέραν ἐπί τι τῶν ἀπορρήτων, φρούριον πόλιν ἄκρα παρόδους καταληψόμενον τι τῶν ἄλλων δράσοντα, διὰ τάχους λαθόντα τοὺς πολεμίους, ἄλλως δ̓ οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω, μήτ̓ ἐπὶ τί μήτε τί ποιήσων ἄγει τὴν στρατιάν, εἰ μή τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι προειπεῖν. [23] γενόμενος δ̓ ἐπ̓ αὐτῶν τῶν τόπων ἐγγὺς ὄντος τοῦ παῤ ὃν δρᾶσαί τι δεῖ καιροῦ διδότω τὸ παράγγελμα καὶ τί δεῖ πράττειν σημαινέτω: ταχὺ δὲ τοῦτο ἔστω καὶ δἰ ὀλίγης ὥρας: ἅμα γὰρ οἱ ἡγεμόνες ἀκούουσι καὶ οἱ ὑποτεταγμένοι τούτοις ἴσασιν. [24] ἄφρων δὲ καὶ ἀτελής, ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώσηται τὴν πρᾶξιν: οἱ γὰρ πονηροὶ μάλιστα περὶ τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παῤ οὓς ἐροῦντές τι καὶ μηνύσοντες οἴονται τιμῆς καὶ δωρεᾶς τεύξεσθαι παρὰ τῶν πολεμίων: οὐκ ἔστιν δ̓ ἀφ̓ οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι πρὸς ἀλλήλους δοῦλοί τε καὶ ἐλεύθεροι κατὰ πολλὰς προφάσεις, ἃς ἀνάγκη παρέχεσθαι πόλεμον. [p. 428] ι. Περὶ τῆς πρὸ μάχης ἐπισκέψεως τῶν ἱερῶν [25] Μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ στράτευμα μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος: ἀλλ̓ ἀκολουθούντων αὐτῷ θύται καὶ μάντεις. ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπισκέπτεσθαι δύνασθαι τὰ ἱερά: ῥᾷστόν γε μὴν ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ σύμβουλον ἀγαθὸν γενέσθαι. [26] γενομένων δὴ καλῶν τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἴνα θεασάμενοι τοῖς ὑποταττομένοις θαρρεῖν λέγοιεν ἀπαγγέλλοντες, ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι: πάνυ γὰρ ἀναθαρροῦσιν αἱ δυνάμεις, ὅτ̓ ἂν μετὰ τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ τοὺς κινδύνους: αὐτοὶ γὰρ ὀπιπεύονται κατ̓ ἰδίαν ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν, δ̓ ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ δυσθυμοῦντας ἀνέρρωσεν. [27] ἐὰν δ̓ ἐπὶ τοὐναντίον τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστονοὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον—, ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις: ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος φθάσαντας ἐλύπησεν ὑστερήσαντας. [28] καί μοι δοκεῖ τὰς κατ̓ οὐρανὸν [p. 430] ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: