previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως διακειμένους 1 καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς διὰ οἰκείαν φιλοκέρδειαν, πρῶτον μὲν αὐτῶν ἐξαιρεῖν τῷ λόγῳ τὴν κενὴν 2 ἀπόγνωσιν καὶ δηλοῦν μετὰ τῆς δεούσης ἐξηγήσεως τῶν λογίων τοῦ κυρίου διότι οὐκ ἀποκέκοπται τέλεον αὐτοῖς κληρονομία τῆς βασιλείας τῶν οὐρανῶν ἐὰν ὑπακούσωσι ταῖς ἐντολαῖς: εἶθ̓ ὁπόταν μάθωσιν ὡς ἀδεὲς δεδίασι δέος καὶ ὅτι βουλομένους αὐτοὺς σωτὴρ ἀσμένως δέχεται, τότε καὶ προδεικνύναι καὶ μυσταγωγεῖν ὅπως ἂν καὶ δἰ οἵων ἔργων τε καὶ διαθέσεων ἐπαύραιντο τῆς ἐλπίδος, ὡς οὔτ̓ ἀμηχάνου καθεστώσης αὐτοῖς οὔτε τοὐναντίον εἰκῇ [p. 276] περιγινομένης. ἀλλ̓ ὅνπερ τρόπον ἔχει τὸ τῶν ἀθλητῶν, ἵνα μικρὰ καὶ ἐπίκηρα μεγάλοις καὶ ἀφθάρτοις παραβάλωμεν, τουτὶ καὶ ἐφ̓ ἑαυτοῦ 3 κατὰ κόσμον πλουτῶν λογιζέσθω. καὶ γὰρ ἐκείνων μὲν ὅτι δυνήσεται νικᾶν καὶ στεφάνων τυγχάνειν ἀπελπίσας οὐδ̓ ὅλως ἐπὶ τὴν ἄθλησιν ἀπεγράψατο, δὲ ταύτην μὲν ἐμβαλόμενος τῇ γνώμῃ τὴν ἐλπίδα, πόνους δὲ καὶ γυμνάσια καὶ τροφὰς μὴ προσιέμενος προσφόρους, ἀστεφάνωτος διεγένετο καὶ διήμαρτε τῶν ἐλπίδων. οὕτως τις καὶ τὴν ἐπίγειον ταύτην περιβεβλημένος περιβολὴν μήτε τὴν ἀρχὴν ἑαυτὸν τῶν ἄθλων τοῦ σωτῆρος ἐκκηρυσσέτω, πιστός γε ὢν καὶ τὸ μεγαλεῖον συνορῶν τῆς τοῦ θεοῦ φιλανθρωπίας, μήτε μὴν αὖθις ἀνάσκητος καὶ ἀναγώνιστος μείνας ἀκονιτὶ κἀνιδρωτὶ 4 τῶν στεφάνων τῆς ἀφθαρσίας ἐλπιζέτω μεταλαβεῖν: ἀλλ̓ αὑτὸν ὑποβαλέτω φέρων γυμναστῇ μὲν τῷ λόγῳ, ἀγωνοθέτῃ δὲ τῷ Χριστῷ: τροφὴ δὲ αὐτῷ καὶ ποτὸν γενέσθω τεταγμένον καινὴ διαθήκη τοῦ κυρίου, γυμνάσια δὲ αἱ ἐντολαί, εὐσχημοσύνη δὲ καὶ κόσμος αἱ καλαὶ διαθέσεις, ἀγάπη, πίστις, ἐλπίς, γνῶσις ἀληθείας, ἐπιείκεια, 5 πραότης, εὐσπλαγχνία, σεμνότης, ἵν̓, ὅταν 6 ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τὸ τέλος 7 τοῦ δρόμου καὶ τὴν ἐντεῦθεν ἔξοδον 8 καθάπερ ἐκ σταδίου τοῦ βίου, μετ̓ ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν [p. 278] μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.

1 diakeime/nous Fell.

2 kenh\n Combefis. kainh\n MS.

3 e(autou= Mayor. e(autw=| MS.

4 a)koniti\ ka)nidrwti\ Ghisler. a)kwnei=tai ka)\n i(drw=ti MS.

5 e)piei/keia Fell (lacuna in MS.).

6 h( inserted by Schsartz.

7 to\ te/los inserted by Stählin (cp. 2 Timothy iv. 7).

8 th\n... e)/codon Stählin. th=s... e)co/dou MS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: