previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δευτέραν δὲ τάξει καὶ οὐδέν τι μικροτέραν ταύτης εἶναι λέγει τό: ‘ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν:’ οὐκοῦν τὸν θεὸν ὑπὲρ σεαυτόν. πυνθανομένου δὲ τοῦ προσδιαλεγομένουτίς ἐστιν πλησίον;’ οὐ τὸν αὐτὸν τρόπον Ἰουδαίοις προωρίσατο τὸν πρὸς αἵματος οὐδὲ τὸν πολίτην οὐδὲ τὸν προσήλυτον οὐδὲ τὸν ὁμοίως περιτετμημένον οὐδὲ τὸν ἑνὶ καὶ ταὐτῷ νόμῳ χρώμενον: ἀλλὰ ἄνωθεν καταβαίνοντα 1 ἀπὸ Ἰερουσαλὴμ ἄγει τῷ λόγῳ τινὰ εἰς Ἱεριχὼ καὶ τοῦτον δείκνυσιν ὑπὸ λῃστῶν συγκεκεντημένον, ἐρριμμένον ἡμιθνῆτα ἐπὶ [p. 330] τῆς ὁδοῦ, ὑπὸ ἱερέως παροδευόμενον, ὑπὸ Λευίτου παρορώμενον, ὑπὸ δὲ τοῦ Σαμαρείτου τοῦ ἐξωνειδισμένου καὶ ἀφωρισμένου κατελεούμενον, ὃς οὐχὶ κατὰ τύχην ὡς ἐκεῖνοι παρῆλθεν, ἀλλ̓ ἧκε συνεσκευασμένος ὧν 2 κινδυνεύων ἐδεῖτο, οἶνον, ἔλαιον, ἐπιδέσμους, κτῆνος, μισθὸν τῷ πανδοχεῖ, τὸν μὲν ἤδη διδόμενον, τὸν δὲ προσυπισχνούμενον. ‘τίς,’ ἔφη, ‘τούτων γέγονε πλησίον τῷ τὰ δεινὰ παθόντι;’ τοῦ δὲ ἀποκριναμένου ὅτι τὸν ἔλεον πρὸς αὐτὸν ἐπιδειξάμενος: καὶ σὺ τοίνυν πορευθεὶς οὕτω ποίει,’ ὡς τῆς ἀγάπης βλαστανούσης εὐποιίαν.

1 katabai/nonta Ghisler. katabai/nwn MS.

2 w(=n Ghisler. w)\n MS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: