previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κινδυνεύει δὲ οὐχ ἁπλοῦν τι εἶναι τὸ αἴτιον τοῦ τὴν σωτηρίαν χαλεπωτέραν τοῖς πλουτοῦσι δοκεῖν τοῖς ἀχρημάτοις τῶν ἀνθρώπων, ἀλλὰ ποικίλον. οἱ μὲν γὰρ αὐτόθεν καὶ προχείρως ἀκούσαντες τῆς τοῦ κυρίου φωνῆς, ὅτι ῥᾷον κάμηλος διὰ τρήματος ῥαφίδος διεκδύσεται πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπογνόντες ἑαυτοὺς ὡς οὐ βιωσόμενοι, [p. 274] τῷ κόσμῳ πάντα χαριζόμενοι καὶ τῆς ἐνταῦθα ζωῆς ὡς μόνης ἑαυτοῖς ὑπολειπομένης ἐκκρεμασθέντες ἀπέστησαν πλέον τῆς ἐκεῖ ὁδοῦ, μηκέτι πολυπραγμονήσαντες μήτε τίνας τοὺς πλουσίους δεσπότης καὶ διδάσκαλος προσαγορεύει μήτε ὅπως τὸ ἀδύνατον ἐν ἀνθρώποις 1 δυνατὸν γίνεται. ἄλλοι δὲ τοῦτο μὲν συνῆκαν ὀρθῶς καὶ προσηκόντως, τῶν δὲ ἔργων τῶν εἰς τὴν σωτηρίαν ἀναφερόντων ὀλιγωρήσαντες οὐ παρεσκευάσαντο τὴν δέουσαν παρασκευὴν εἰς τὸ τῶν ἐλπιζομένων τυχεῖν. λέγω 2 δὲ ταῦτα ἑκάτερα περὶ 3 τῶν πλουσίων τῶν καὶ τῆς δυνάμεως τοῦ σωτῆρος καὶ τῆς ἐπιφανοῦς σωτηρίας ᾐσθημένων, τῶν δὲ ἀμυήτων τῆς ἀληθείας ὀλίγον μοι μέλει.

1 a)nqrw/pois Barnard. a)nqrw/pw| h)\ MS.

2 le/gw Ghisler. le/gwn MS.

3 peri\ Barnard. a(/per e)pi\ MS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: