previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΗΡΑΚΛΗΣ Η ΑΧΕΛΩΙΟΣ.

δ. ζητεῖς ἴσως, τίς κοινωνία δράκοντός τε, ὃς ἐνταῦθα πολὺς ἀνέστηκεν ἐγείρας τὸν αὐχένα κατὰ νῶτα δαφοινὸς καὶ γένεια καθιεὶς ὑπ᾽ ὀρθῇ καὶ πριονωτῇ τῇ λοφιᾷ βλέπων τε δεινῶς δεδορκὸς καὶ ἱκανὸν ἐς ἔκπληξιν ἀγαγεῖν, ταύρου τε, ἵππου ὃς ὑπὸ τοσαύτῃ κεραίᾳ γυρώσας τὸν αὐχένα καὶ διασκάπτων τὴν ἐν ποσὶ γῆν ὡς ἐς ἐμβολὴν ἵεται καὶ ἀνδρὸς τούτου ἡμίθηρος, βούπρῳρα μὲν γὰρ αὐτῷ πρόσωπα καὶ γενειὰς ἀμφιλαφὴς πηγαί τε ναμάτων ἐκπλημμυροῦσαι τοῦ γενείου, τό τε συνερρυηκὸς ὡς ἐς θέαν πλῆθος, καὶ ἐν μέσοις κόρη νύμφη τις, οἶμαι, τουτὶ γὰρ χρὴ νοεῖν τῷ ἀμφ᾽ αὐτὴν κόσμῳ, καὶ γέρων οὗτος ἐν ἀθύμῳ τῷ εἴδει νεανίας τε ἐκδυόμενος λεοντῆς καὶ ῥόπαλον ἐν ταῖν χεροῖν ἔχων ἡρωίνη τέ τις αὕτη στιφρὰ καὶ πρὸς λόγου τῷ μύθῳ τῆς Ἀρκάδων τροφῆς φηγῷ ἐστεμμένη Καλυδών, οἶμαι, ταῦτα. τίς δὲ τῆς γραφῆς λόγος; Ἀχελῷος ποταμός, παῖ, Δηιανείρας τῆς Οἰνέως ἐρῶν τὸν γάμον σπεύδει καὶ Πειθὼ μὲν ἄπεστι τῶν δρωμένων, ἄλλος δὲ ἄλλοτε δοκῶν ὑπὸ τοῖς ὁρωμένοις εἴδεσιν ἐκπλήξειν ἡγεῖται τὸν Οἰνέα. τοῦτον γὰρ εἶναι γίγνωσκε τὸν ἐν τῇ γραφῇ, κατηφῆ δὲ ἐπὶ τῇ παιδὶ Δηιανείρᾳ ἀθύμως τὸν μνηστῆρα ὁρώσῃ. γέγραπται γὰρ οὐκ αἰδοῖ [p. 398] τὴν παρειὰν ἐξανθοῦσα, ἀλλὰ περιδεὴς οἷα πείσεται τῷ παρὰ φύσιν τῆς συζυγίας. ἀλλ᾽ μὲν γενναῖος Ἡρακλῆς δοῦ πάρεργον φασὶν ἑκουσίως ὑφίσταται τὸν ἆθλον. καὶ τὰ μὲν ἐν ἀναβολαῖς ταῦτα, ἰδοὺ δὲ καὶ ὡς ξυνεστήκασιν ἤδη, καὶ ὅσα μὲν ἐν ἀρχαῖς τῆς διαμάχης, θεοῦ τε καὶ ἀτρέπτου ἥρωος ὑπονοείσθω, τὸ δ᾽ αὖ τέλος μὲν ἐς βούκερων ἀναμορφώσας ἑαυτὸν ποταμὸς ἐπὶ τὸν Ἡρακλέα ὥρμηκεν, δὲ τῇ λαιᾷ τοῦ δεξιοῦ λαβόμενος κέρως θάτερον τῷ ῥοπάλῳ τῶν κροτάφων ἐκπρεμνίζει, κἀντεῦθεν μὲν αἵματος ἤδη μᾶλλον νάματος ἀφίησι κρουνοὺς ἀπαγορεύων, δὲ Ἡρακλῆς γανύμενος τῷ ἔργῳ ἐς τὴν Δηιάνειραν ὁρᾷ καὶ τὸ μὲν ῥόπαλον αὐτῷ ἐς γῆν ἔρριπται, προτείνει δὲ αὐτῇ τὸ τοῦ Ἀχελῴου κέρας οἷον ἕδνον τοῦ γάμου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: