Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστω ὁ μὲν τὰ πέντε ἀγωνιούμενος βαρὺς
μᾶλλον ἢ οἱ κοῦφοι, καὶ κοῦφος μᾶλλον ἢ οἱ βαρεῖς,
εὐμήκης εὐπαγὴς ἀνεστηκώς, ἀπέριττος τὰ μυώδη
῾καἲ μὴ κεκολασμένος. ἐχέτω καὶ τοῖν σκελοῖν μακρῶς
μᾶλλον ἢ ξυμμέτρως καὶ τῆς ὀσφύος ὑγρῶς τε καὶ
εὐκόλως διά τε τὰς περιστροφὰς τοῦ ἀκοντίου ἢ καὶ
τοῦ δίσκου διά τε τὸ ἅλμα: ἀλυπότερον γὰρ πηδήσει
καὶ ῥήξει οὐδὲν τοῦ σώματος, ἢν ὑποκαθεὶς τὸ ἰσχίον
ἐγκατερείσῃ τῇ βάσει. καὶ μακρόχειρα χρὴ εἶναι αὐτὸν
καὶ εὐμήκη τοὺς δακτύλους, δισκεύσει γὰρ πολλῷ
ἄμεινον, ἢν διὰ μέγεθος τῶν δακτύλων ἐκ κοιλοτέρας
τῆς χειρὸς ἀναπέμπηται ἡ ἴτυς τοῦ δίσκου, καὶ εὐκολώτερον
κινήσει τὸ ἀκόντιον, ἢν τοῦ μεσαγκύλου
ἄνω ψαύωσιν οἱ δάκτυλοι μὴ σμικροὶ ὄντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.