previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μζ

εἰ Λάκαινα ἦσθα, καλή, Ἑλένης ἂν ἐμνημόνευσας καὶ τῆς νεώς, εἰ Κορινθία τῶν Λαίδος κώμων, εἰ Βοιωτία, τῶν Ἀλκμήνης γάμων, εἰ τῶν ἐξ Ἤλιδος, οὐκ ἤκουσας τὸν Πέλοπος δρόμον; οὐκ ἐζήλωσας τὴν ἐκ θεάτρου γαμηθεῖσαν; οὐκ ἐθαύμασας τὸν Ἀλφειόν; οὐκ ἔπιες τοῦ νυμφίου; δὲ Τυρὼ τῷ Ἐνιπεῖ ἐπενήξατο καὶ Αἰγαίωνι ἐπὶ θάλατταν ῾ἐλθοῦσἀ συνεπλάκη. ἦν γὰρ ἀγαθὴ καὶ μεγάλων ἐραστῶν ἀξία. δοκεῖς δέ μοι μηδὲ Θεσπιακή τις εἶναι, πάντως γὰρ ἂν τῷ Ἔρωτι ἔθυες, μηδὲ Ἀττική, τὰς γὰρ παννυχίδας καὶ τὰς ἑορτὰς καὶ τὰ Μενάνδρου δράματα οὐκ ἄν ποτε ἠγνόησας. ἀλλ᾽ εἰ καὶ βάρβαρος εἶ καὶ μία τῶν ἀπὸ Θερμώδοντος ποταμοῦ παρθένων, ἀλλὰ καὶ ταύτας λόγος νεανίσκοις συμπλέκεσθαι καὶ τίκτειν ἐκ κλοπῆς. ἀλλὰ μὴ Θρᾷττα καὶ Σιδωνία; καὶ μὴν καὶ τούτων ἔρως ἥψατο, καὶ μὲν τῷ Νυσίῳ συνεπλάκη, δὲ τῷ Βοιωτῷ Διί. ἔοικα εὑρηκέναι σε, εἰ μὴ κακός εἰμι καὶ φαῦλος φυσιογνωμονεῖν: Δαναός σοι πατὴρ καὶ χεὶρ ἐκείνη καὶ λῆμα φονικόν: ἀλλὰ κἀκείνων τις τῶν ἀνδροφόνων παρθένων νεανίσκου φιλοῦντος ἐφείσατο. οὐχ ἱκετεύω σε, οὐ δακρύω, πλήρωσον τὸ δρᾶμα, ἵνα μου ψαύσῃς κἂν ξίφει. [p. 249]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: