previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πατρόκλῳ ξυνεμίχθη ἐς τὸν τάφον, κάλλιστον ἐντάφιον ἑαυτῷ τε κἀκείνῳ διδούς, ὅθεν ᾄδουσιν αὐτὸν οἱ τὰ φιλικὰ ἐπαινοῦντες. ἐτάφη δὲ ἐκδηλότατα ἀνθρώπων πᾶσιν οἷς ἐπήνεγκεν αὐτῷ Ἑλλὰς οὐδὲ κομᾶν ἔτι μετὰ τὸν Ἀχιλλέα καλὸν ἡγούμενοι χρυσόν τε καὶ τι ἕκαστος εἶχεν ἀπάγων ἐς Τροίαν ἐκ δασμοῦ λαβών, νήσαντες ἐς τὴν πυρὰν ἀθρόα παραχρῆμά τε καὶ ὅτε Νεοπτόλεμος ἐς Τροίαν ἦλθε, λαμπρῶν γὰρ δὴ ἔτυχε πάλιν παρά τε τοῦ παιδὸς παρά τε τῶν Ἀχαιῶν ἀντιχαρίζεσθαι αὐτῷ πειρωμένων, οἵ γε καὶ τὸν ἀπὸ τῆς Τροίας ποιούμενοι πλοῦν περιέπιπτον τῷ τάφῳ καὶ τὸν Ἀχιλλέα ᾤοντο περιβάλλειν.

Φοῖνιξ
τὸν Νεοπτόλεμον δέ, ἀμπελουργέ, ποῖόν τινα γενέσθαι φησί;

ἀμπελουργός
γενναῖον, ξένε, καὶ τοῦ μὲν πατρὸς ἥττω, φαυλότερον δὲ οὐδὲν τοῦ Τελαμωνίου, ταὐτὸ δὲ καὶ περὶ τοῦ εἴδους φησί, καλὸν μὲν γὰρ εἶναι καὶ προσεοικότα τῷ πατρί, λείπεσθαι δὲ αὐτοῦ τοσοῦτον, ὅσον τῶν ἀγαλμάτων οἱ καλοὶ λείπονται. [p. 207] καὶ μὴν καὶ ὕμνων ἐκ Θετταλίας Ἀχιλλεὺς ἔτυχεν, οὓς ἀνὰ πᾶν ἔτος ἐπὶ τό σῆμα φοιτῶντες ᾖδον ἐν νυκτὶ τελετῆς τι ἐγκαταμιγνύντες τοῖς ἐναγίσμασιν, ὡς Λήμνιοί τε νομίζουσιν καὶ Πελοποννησίων οἱ ἀπὸ Σισύφου.

Φοῖνιξ
ἄλλος αὖ λόγος ἥκει, ἀμπελουργέ, οὗ, μὰ τὸν Ἡρακλέα, οὐκ ἂν μεθείμην οὐδ᾽ εἰ πάνθ᾽ ὑπὲρ τοῦ παραπτῆναι αὐτὸν πράττοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: