previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀποθανόντα δὲ ἑλχθῆναι μὲν ἀνηρτημένον τοῦ ἅρματος, ἀποδοθῆναι δέ, ὡς Ὁμήρῳ εἴρηται. Αἰνείαν δὲ μάχεσθαι μὲν τούτου ἧττον, συνέσει δὲ περιεῖναι τῶν Τρώων, ἀξιοῦσθαι δὲ τῶν αὐτῶν Ἕκτορι, τὰ δὲ τῶν θεῶν εὖ εἰδέναι, δὴ ἐπέπρωτο αὐτῷ Τροίας ἁλούσης, ἐκπλήττεσθαι δὲ ὑπ᾽ οὐδενὸς φόβου, τὸ γὰρ ἔννουν τε καὶ λελογισμένον ἐν αὐτοῖς μάλιστα τοῖς φοβεροῖς ἔχειν. ἐκάλουν δὲ οἱ Ἀχαιοὶ τὸν μὲν Ἕκτορα χεῖρα τῶν Τρώων, τὸν δὲ Αἰνείαν νοῦν, καὶ πλείω παρέχειν αὐτοῖς πράγματα Αἰνείαν σωφρονοῦντα μεμηνότα Ἕκτορα. ἤστην δὲ ἰσήλικές τε καὶ ἰσομήκεις. τὸ δὲ εἶδος τοῦ Αἰνείου φαιδρὸν μὲν ἧττον ἐφαίνετο, καθεστηκότι δὲ ἐῴκει μᾶλλον ἐκόμα τε ἀνεπαχθῶς, οὐ γὰρ ἤσκει τὴν κόμην οὐδὲ ὑπέκειτο αὐτῇ, ἀλλὰ μόνην τὴν ἀρετὴν ἐποιεῖτο κόσμημα. σφοδρὸν δὲ οὕτω τι ἔβλεπεν, ὥστε ἀποχρῶν εἶναί οἱ πρὸς τοὺς ἀτακτοῦντας καὶ αὐτὸ τὸ βλέψαι. Σαρπηδόνα δὲ Λυκία μὲν ἤνεγκε, Τροία δὲ ἦρεν, ἦν μὲν γὰρ κατὰ τὸν Αἰνείαν τὰς μάχας, ἦγε δὲ Λυκίους ξύμπαντας καὶ ἀρίστω ἄνδρε Γλαῦκόν τε καὶ Πάνδαρον, ἦν δὲ αὐτοῖν μὲν ὁπλιτεύειν [p. 191] εὐδόκιμος, δὲ Πάνδαρος τὸν Ἀπόλλω τὸν Λύκιον ἐπιστάντα οἱ μειρακίῳ ἔτι κοινωνῆσαι ἔφη τοῦ τοξεύειν, καὶ ηὔχετο ἀεὶ τῷ Ἀπόλλωνι, ὅτε τοῦ τόξου ἐπὶ μεγάλῳ ἅπτοιτο καὶ πανστρατιᾷ δὲ Πρωτεσίλεως ἀπαντῆσαί φησι τῷ Σαρπηδόνι τοὺς Τρῶας, πρὸς γὰρ τῇ ἀνδρείᾳ καὶ τῷ εἴδει θείῳ τε καὶ γενναίῳ ὄντι ἀνήρτητο τοὺς Τρῶας καὶ τῷ λόγῳ τῷ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: