previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀποκτεῖναι τοῦτον. εὕρηται δέ μοι κατ᾽ αὐτοῦ τέχνη, δἰ ἧς μισηθήσεταί τε ὑπὸ τῶν Ἑλλήνων καὶ ἀπολεῖται ὑπ᾽ αὐτῶν.’ καὶ διεξῆλθεν, ὡς ἡτοίμασται αὐτῷ τὰ περὶ τὸν Φρύγα καὶ τὸ χρυσίον τὸ ληφθὲν ὑπὸ τῷ Φρυγί, σοφῶς δὲ τούτων ἐπινενοῆσθαι δοκούντων καὶ ξυντιθεμένου τῇ ἐπιβουλῇ τοῦ Ἀγαμέμνονοςἄγε δή, βασιλεῦ,’ ἔφητὸν μὲν Ἀχιλλέα φύλαττέ μοι περὶ τὰς πόλεις, ἐν αἷς ἐστι νῦν, τὸν Παλαμήδην δὲ ὡς τειχομαχήσοντα τῷ Ἰλίῳ καὶ μηχανὰς εὑρήσοντα μεταπέμπου ἐνταῦθα: ἄνευ γὰρ τοῦ Ἀχιλλέως ἥκων οὐκ ἐμοὶ μόνῳ ἔσται ἁλωτός, ἀλλὰ καὶ ἄλλῳ ἧττον σοφῷ.’ ἔδοξε ταῦτα καὶ ἔπλεον οἱ κήρυκες ἐς Λέσβον, ἑαλώκει δὲ οὔπω πᾶσα, ἀλλ᾽ ὧδε τὰ περὶ αὐτὴν εἶχεν: πόλις Αἰολὶς Λυρνησσὸς ᾠκεῖτο τειχήρης τὴν φύσιν καὶ οὐδὲ ἀτείχιστος, φασι τὴν Ὀρφέως προσενεχθῆναι λύραν καὶ δοῦναί τινα ἠχὴν ταῖς πέτραις, καὶ μεμούσωται ἔτι καὶ νῦν τῆς Λυρνησσοῦ τὰ περὶ τὴν θάλατταν ὑπ᾽ ᾠδῆς τῶν πετρῶν: ἐνταῦθα προσκαθημένων δεκάτην ἡμέραν, χαλεπὸν γὰρ ἦν ἁλῶναι τὸ χωρίον, ἀπήγγειλαν μὲν οἱ κήρυκες τὰ τοῦ Ἀγαμέμνονος, ἐδόκει δὲ πείθεσθαι καὶ τὸν μὲν καταμένειν, τὸν Παλαμήδην δὲ ἀπιέναι, καὶ ἀπῆλθον ἀλλήλων δακρύοις ἅμα. ἐπεὶ δὲ κατέπλευσεν ἐς τὸ στρατόπεδον καὶ τὰ τῆς στρατιᾶς ἀπήγγειλεν ἀνατιθεὶς ἅπαντα Ἀχιλλεῖ, ‘ βασιλεῦ’, ἔφηκελεύεις με τειχομαχεῖν τῇ Τροίᾳ; ἐγὼ δὲ μηχανήματα μὲν γενναῖα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: