previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀμπελουργός
τὰ μὲν ἐν τῷ Πόντῳ, ξένε, εἰ μήπω ἐς [p. 155] αὐτὸν πέπλευκας καὶ ὅσα ἐν τῇ ἐκεῖ νήσῳ λέγεται πράττειν, ἐγώ σοι ἀπαγγελῶ ὕστερον ἐν τῷ περὶ αὐτοῦ λόγῳ μακροτέρῳ ὄντι, τὰ δὲ ἐν Ἰλίῳ παραπλήσια τοῖς ἄλλοις ἥρωσι, καὶ γὰρ προσδιαλέγεταί τισι καὶ ἐπιφοιτᾷ καὶ θηρία διώκει. ξυμβάλλονται δὲ αὐτὸν Ἀχιλλέα εἶναι τῇ τε ὥρᾳ τοῦ εἴδους καὶ τῷ μεγέθει καὶ τῇ ἀστραπῇ τῶν ὅπλων: κατόπιν δὲ αὐτοῦ ζάλη ἀνέμου εἱλεῖται πομπὸς τοῦ εἰδώλου. ἐπιλείψει με φωνή, ξένε, τῶν τοιούτων μνημονεύοντα: καὶ γάρ τι καὶ περὶ Ἀντιλόχου ᾄδουσιν, ὡς κόρη Ἰλιὰς φοιτῶσα ἐπὶ τὸν Σκάμανδρον εἰδώλῳ τοῦ Ἀντιλόχου ἐνέτυχε καὶ προσέκειτο τῷ σήματι ἐρῶσα τοῦ εἰδώλου, καὶ ὡς βουκόλοι μειράκια, περὶ τὸν τοῦ Ἀχιλλέως βωμὸν ἀστραγαλίζοντες ἀπέκτεινεν ἂν ἕτερος τῇ καλαύροπι τὸν ἕτερον πλήξας, εἰ μὴ Πάτροκλος αὐτοὺς διεπτόησενἀρκεῖ μοιεἰπώνὑπὲρ ἀστραγάλων αἷμα ἕν’. γιγνώσκειν δὲ ὑπάρχει ταῦτα καὶ παρὰ τῶν βουκόλων καὶ πάντων τῶν οἰκούντων τὸ Ἴλιον: ἐπιμίγνυμεν γὰρ ἅτε τὰς ὄχθας οἰκοῦντες τῶν τοῦ Ἑλλησπόντου ἐκβολῶν καὶ ποταμόν, ὡς ὁρᾷς, πεποιημένοι τὴν θάλατταν. ἄγε δή, ξένε, τὴν ἀσπίδα ἤδη ἀναλάβωμεν, ἣν Πρωτεσίλεως Ὁμήρῳ τε ἠγνοῆσθαί φησι καὶ ποιηταῖς πᾶσιν.

Φοῖνιξ
ποθοῦντι ἀποδίδως, ἀμπελουργέ, τὸν περὶ αὐτῆς λόγον, σπάνιον δὲ οἶμαι ἀκούσεσθαι.

ἀμπελουργός
σπανιώτατον: προσέχων δὲ ἀκροῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: