previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

. τὰ μὲν ὁρώμενα εἴδωλα οὔπω δῆλα ὅτου ἕκαστον, πολλὰ γὰρ καὶ ἄλλοτε ἄλλα, διαλλάττει δὲ ἀλλήλων καὶ ἰδέᾳ καὶ ἡλικίᾳ καὶ ὅπλοις. ἀκούω δ᾽ ὁμῶς καὶ περὶ τοῦ Παλαμήδους ταῦτα: ἦν γεωργὸς ἐν Ἰλίῳ ταὐτόν ποτ᾽ ἐμοὶ πράττων: οὗτος ἐπεπόνθει τι πρὸς τὸ τοῦ Παλαμήδους πάθος καὶ ἐθρήνει αὐτὸν ἥκων ἐπὶ τὴν ἠιόνα, πρὸς λέγεται ὑπὸ τῶν Ἀχαιῶν βεβλῆσθαι, καὶ ὁπόσα νομίζουσιν ἐπὶ σημάτων ἄνθρωποι, ἐπέφερε τῇ κόνει τάς τε ἡδίους τῶν ἀμπέλων ἐξαιρῶν αὐτῶ κρατῆρα ἐτρύγα, καὶ ξυμπίνειν τῷ Παλαμήδει ἔφασκεν, ὅτε ἀναπαύοιτο [p. 154] τῶν ἔργων. ἦν δὲ αὐτῷ καὶ κύων τέχνῃ αἰκάλλων καὶ ὑποκαθήμενος τοὺς ἀνθρώπους: τοῦτον Ὀδυσσέα ἐκάλει καὶ ἐπαίετο ὑπὲρ τοῦ Παλαμήδους Ὀδυσσεὺς οὗτος προσακούων κακὰ μυρία. δοκεῖ δὴ τῷ Παλαμήδει ἐπιφοιτῆσαί ποτε τῷ ἐραστῇ τούτῳ καὶ ἀγαθόν τι αὐτῷ δοῦναι, καὶ δῆτα μὲν πρὸς ἀμπέλῳ τινὶ ἦν γόνυ αὐτῆς ἰώμενος, δὲ ἐπιστὰς αὐτῷσὺ γιγνώσκεις μεἔφηγεωργε’; ‘καὶ πῶς’, εἶπενὃν οὔπω εἶδον’; ‘τί οὖνἔφηἀγαπᾷς, ὃν μὴ γιγνώσκεις’; ξυνῆκεν γεωργός, ὅτι Παλαμήδης εἴη: καὶ τὸ εἶδος ἐς ἥρω ἔφερε μέγαν τε καὶ καλὸν καὶ ἀνδρεῖον οὔπω τριάκοντα ἔτη γεγονότα: καὶ περιβαλὼν αὐτὸν μειδιῶνφιλῶ σε, Παλάμηδες’, εἶπενὅτι μοι δοκεῖς φρονιμώτατος ἀνθρώπων γεγονέναι καὶ δικαιότατος ἀθλητὴς τῶν κατὰ σοφίαν πραγμάτων, πεπονθέναι τε ὑπὸ τῶν Ἀχαιῶν ἐλεεινὰ διὰ τὰς Ὀδυσσέως ἐπὶ σοὶ τέχνας, οὗ τάφος εἴ τις ἦν ἐνταῦθα, ἐξωρώρυκτ᾽ ἂν ὑπ᾽ ἐμοῦ πάλαι, μιαρὸς γὰρ καὶ κακίων τοῦ κυνός, ὃν ἐπ᾽ αὐτῷ τρέφω.’ ‘φειδώμεθα λοιπὸν τοῦ Ὀδυσσέως’, ἥρως ἔφητούτων γὰρ ἐπραξάμην αὐτὸν ἐγὼ δίκας ἐν Αἵδου: σὺ δέ, ἐπειδὴ φιλεῖς που τὰς ἀμπέλους, εἰπέ μοι, τί μάλιστα περὶ αὐταῖς δέδοικας’. ‘τί δ᾽ ἄλλο γεεἶπεν τὰς χαλάζας; ὑφ᾽ ὧν ἐκτυφλοῦνταί τε καὶ ῥήγνυνται’. ‘ἱμάντα τοίνυνεἶπεν Παλαμήδηςπεριάπτωμεν μιᾷ τῶν ἀμπέλων καὶ οὐ βεβλήσονται αἱ λοιπαί.’

Φοῖνιξ
σοφός γε ἥρως, ἀμπελουργέ, καὶ ἀεί τι εὑρίσκων ἀγαθὸν τοῖς ἀνθρώποις. Ἀχιλλέως δὲ πέρι τί ἂν εἴποις; τοῦτον γὰρ θειότατον τοῦ Ἑλληνικοῦ παντὸς ἡγούμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: