previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν τοιούτων ὄχλος, εἰ πάντων ἀπομνημονεύοιμι ὄντων γε καὶ τῶν ἐν Φθίᾳ τε καὶ Φυλάκῃ φανερῶν πᾶσιν, ὅσοι Θετταλίαν οἰκοῦσιν: καὶ γὰρ τὸ ἐκείνῃ ἱερὸν ἐνεργὸν τῷ Πρωτεσίλεῳ, καὶ πολλὰ τοῖς Θετταλοῖς ἐπισημαίνει φιλάνθρωπά τε καὶ εὐμενῆ, καὶ ὀργίλα αὖ, εἰ ἀμελοῖτο.

Φοῖνιξ
πείθομαι, νὴ τὸν Πρωτεσίλεων, ἀμπελουργέ: καλὸν γάρ, ὡς ὁρῶ, καὶ ὀμνύναι τοιοῦτον ἥρω.

ἀμπελουργός
ἀδικήσεις γε ἀπιστῶν, ξένε. τὸν δὲ Ἀμφιάρεων, ὃν λέγεται γῆ ἐν σοφῷ ἀδύτῳ ἔχειν [p. 149] Ἀμφίλοχόν τε τὸν τούτου παῖδα πλείω ἴσως ἐγὼ γιγνώσκεις οὐ πολὺ ἀπέχων τῆς Κιλίκων ἠπείρου, καὶ Μάρωνα δὲ τὸν Εὐάνθους ἀδικοίης ἂν ἐπιφοιτῶντα ταῖς ἐν Ἰσμάρῳ ἀμπέλοις καὶ ἡδυοίνους αὐτὰς ἐργαζόμενον φυτεύοντά τε καὶ κυκλοῦντα, ὅτε δὴ ὁρᾶται τοῖς γεωργοῖς Μάρων καλός τε καὶ ἁβρὸς καὶ ἀναπνέων ποτιμόν τε καὶ οἰνῶδες. γιγνώσκειν δὲ χρὴ καὶ τὰ τοῦ Θρᾳκὸς Ῥήσου: Ῥῆσος γάρ, ὃν ἐν Τροίᾳ Διομήδης ἀπέκτεινε, λέγεται οἰκεῖν τὴν Ῥοδόπην καὶ πολλὰ αὐτοῦ θαύματα ᾄδουσιν: ἱπποτροφεῖν τε γάρ φασιν αὐτὸν καὶ ὁπλιτεύειν καὶ θήρας ἅπτεσθαι. σημεῖον δὲ εἶναι τοῦ θηρᾶν τὸν ἥρω τὸ τοὺς σῦς τοὺς ἀγρίους καὶ τὰς δορκάδας καὶ ὁπόσα ἐν τῷ ὄρει θηρία φοιτᾶν πρὸς τὸν βωμὸν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: