previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ σοφίαν δρέπῃ θείαν τε καὶ ἀκήρατον. καὶ ἴσως ἀδικῶ τὴν ἐν σοὶ σοφίαν, καλῶν γε ἀμπελουργόν.

ἀμπελουργός
οὕτω κάλει, καὶ γὰρ ἂν χαρίζοιο τῷ Πρωτεσίλεῳ γεωργόν τε ἐμὲ καὶ κηπουρὸν καὶ τὰ τοιαῦτα ὀνομάζων.

Φοῖνιξ
ἐνταῦθα οὖν, ἀμπελουργέ, ξύνεστε ἀλλήλοις;

ἀμπελουργός
ἐνταῦθα, ξένε. πῶς δὲ ἐτεκμήρω;

Φοῖνιξ
ὅτι μοι δοκεῖ τὸ μέρος τοῦ ἀγροῦ τούτου ἥδιστόν τε εἶναι καὶ θεῖον, καὶ εἰ μὲν ἀναβιῴη ἄν τις ἐνταῦθα, οὐκ οἶδα, βιῴη δ᾽ ἂν ἥδιστά τε καὶ ἀλυπότατα ἐξελθὼν τοῦ ὁμίλου. δένδρα τε γὰρ ὑπερμήκη ταῦτα χρόνου αὐτὰ ἄραντος, ὕδωρ τε ἐκ πηγῶν τουτὶ ποικίλον, καὶ ἀρύεσθε, οἶμαι, αὐτὸ ὥσπερ ἄλλου καὶ ἄλλου ἀνθοσμίου πίνοντες. σὺ δὲ καὶ σκηνὰς φυτεύεις ξυμπλέκων τὰ δένδρα καὶ ξυναρμόττων, ὡς οὐδ᾽ ἂν στέφανόν τις ἐκ λειμῶνος ἀκηράτου ξυμβάλοι.

ἀμπελουργός
καὶ οὔπω, ξένε, τῶν ἀηδόνων ἤκουσας, οἷον τῷ χωρίῳ ἐναττικίζουσιν, ἐπειδὰν δείλη τε ἥκῃ καὶ ἡμέρα ἄρχηται.

Φοῖνιξ
δοκῶ μοι ἀκηκοέναι ξυντίθεσθαί τε μηδὲ [p. 134] θρηνεῖν αὐτάς, ἀλλὰ ᾄδειν μόνον. πλὴν εἰπὲ τὰ τῶν ἡρώων, ἥδιον γὰρ ἂν τούτων ἀκούοιμι. ξυγχωρεῖς δέ που καὶ ἱζῆσαι;

ἀμπελουργός
ξυγχωρεῖ ἥρως χρηστὸς ὢν ξενίζων τουτοισὶ τοῖς θάκοις.

Φοῖνιξ
ἰδοὺ ἀναπαύομαι, τὸ γὰρ ξένιον ἡδὺ τῷ γε ἀκροασομένῳ λόγου σπουδαιοτέρου.

ἀμπελουργός
ἐρώτα ξένε, τι βούλει, καὶ οὐ μάτην ἀφῖχθαι φήσεις. Ὀδυσσεῖ μὲν γάρ, ὁπότε πόρρω τῆς νεὼς ἤλυεν, ἐντυχὼν Ἑρμῆς τις τῶν παρ᾽ Ἑρμοῦ σοφῶν ἐς κοινωνίαν λόγου τε καὶ σπουδῆς ἀφίκετο, τουτὶ γὰρ ἡγεῖσθαι προσήκει τὸ μῶλυ, σὲ δὲ Πρωτεσίλεως ἱστορίας τε δι᾽ ἐμοῦ ἐμπλήσει καὶ ἡδίω ἀποφανεῖ καὶ σοφώτερον. τὸ γὰρ πολλὰ γιγνώσκειν πολλοῦ ἄξιον.

Φοῖνιξ
Ἀλλ᾽ οὐκ ἀλύω, βέλτιστε, κατὰ δὲ θεόν, νὴ τὴν Ἀθηνᾶν, ἥκω. ξυνίημι γὰρ λοιπὸν τοῦ ἐνυπνίου.

ἀμπελουργός
καὶ πῶς ἔχει σοι τὸ ἐνύπνιον; θεῖον γάρ τι ὑποδηλώσεις.

Φοῖνιξ
πλέω μὲν ἐξ Αἰγύπτου καὶ Φοινίκης πέμπτην

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: