Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐρῶν δὲ ὁ Νεῖλος τῆς ἀκροάσεως τοῦ ἀνδρὸς ‘καὶ μὴν σὲ’ ἔφη ‘προσήκει ἄρξαι τοῦ σπουδάσαι, διελθόντα ἡμῖν τήν τε ἀποδημίαν τὴν γενομένην σοι ἐς τὸ Ἰνδῶν ἔθνος τάς τε ἐκεῖ σπουδάς, ἃς ὑπὲρ λαμπρῶν δήπου ἐποιεῖσθε.’ ‘ἐγὼ δὲ’ ἔφη ὁ Θεσπεσίων ‘καὶ περὶ τῆς Φραώτου σοφίας ἀκοῦσαι ποθῶ, λέγεσθε γὰρ καὶ τῶν ἐκείνου λόγων ἀγάλματα ἀπὸ Ἰνδῶν ἄγειν.’ ὁ μὲν δὴ Ἀπολλώνιος ἀρχὴν τοῦ λόγου τὰ ἐν Βαβυλῶνι ποιησάμενος διῄει πάντα, οἱ δὲ ἄσμενοι ἠκροῶντο ὑποκείμενοι τῷ λόγῳ. μεσημβρία δ᾽ ὡς ἐγένετο, διέλυσαν τὴν σπουδήν, τὸν γὰρ καιρὸν τοῦτον καὶ οἱ Γυμνοὶ πρὸς ἱεροῖς γίγνονται. [p. 227]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.