Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡγουμένου δὲ αὐτὸν τοῦ Εὐξένου μεγάλης διανοίας ἅπτεσθαι καὶ ἐρομένου, ὁπόθεν ἄρξοιτο ‘ὅθεν περ οἱ ἰατροί’, ἔφη ‘καὶ γὰρ ἐκεῖνοι καθαίροντες τὰς γαστέρας τοὺς μὲν οὐδὲ νοσεῖν ἐῶσι, τοὺς δὲ ἰῶνται.’ καὶ εἰπὼν τοῦτο τὰς μὲν ἐμψύχους βρώσεις ὡς οὔτε καθαρὰς καὶ τὸν νοῦν παχυνούσας παρῃτήσατο, τραγήματα δὲ καὶ λάχανα ἐσιτεῖτο, καθαρὰ εἶναι φάσκων, ὁπόσα ἡ γῆ αὐτὴ δίδωσι, καὶ τὸν οἶνον καθαρὸν μὲν ἔφασκεν εἶναι πῶμα ἐκ φυτοῦ οὕτως ἡμέρου τοῖς ἀνθρώποις ἥκοντα, ἐναντιοῦσθαι δὲ τῇ τοῦ νοῦ συστάσει διαθολοῦντα τὸν ἐν τῇ ψυχῇ αἰθέρα. μετὰ δὲ τὴν κάθαρσιν τῆς γαστρὸς τοιαύτην γενομένην ἀνυποδησίαν τε ποιεῖται κόσμημα καὶ λίνου ἐσθῆτα ἀμπίσχεται παραιτησάμενος τὴν ἀπὸ τῶν ζῴων, ἀνῆκέ τε τὴν κόμην καὶ ἐν τῷ ἱερῷ ἔζη. ἐκπεπληγμένων [p. 8] δὲ αὐτὸν τῶν περὶ τὸ ἱερὸν καὶ τοῦ Ἀσκληπιοῦ ποτε πρὸς τὸν ἱερέα φήσαντος, ὡς χαίροι θεραπεύων τοὺς νοσοῦντας ὑπὸ Ἀπολλωνίῳ μάρτυρι, ξυνῄεσαν ἐς τὰς Αἰγὰς ἐφ᾽ ἱστορίᾳ Κίλικές τε αὐτοὶ καὶ οἱ πέριξ, ὅ τε Κιλίκιος λόγος ποῖ τρέχεις; ἦ ἐπὶ τὸν ἔφηβον; ἐπ᾽ ἐκείνῳ τε ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.