previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39. ὅτι πυθομένων τῶν Ῥωμαίων ὡς Ταραντῖνοι καὶ ἄλλοι 1 τινὲς πόλεμον ἀρτύουσι κατ᾽ αὐτῶν, καὶ πρεσβευτὴν Φαβρίκιον ἐς τὰς πόλεις τὰς συμμαχίδας, ὅπως μηδὲν νεωτερίσωσι, στειλάντων, ἐκεῖνόν τε συνέλαβον, καὶ πέμψαντες πρὸς τοὺς Τυρσηνοὺς καὶ Ὀμβρικοὺς 2 καὶ Γαλάτας συχνοὺς αὐτῶν, τοὺς μὲν παραχρῆμα τοὺς δ᾽ οὐ πολλῷ ὕστερον, προσαπέστησαν.” UR 3 (p. 375).[3] ὅτι οἱ Ταραντῖνοι, καίπερ τὸν πόλεμον αὐτοὶ παρασκευάσαντες, ὅμως ἐν σκέπῃ τοῦ φόβου 3 ἦσαν: οἱ γὰρ Ῥωμαῖοι ᾐσθάνοντο μὲν τὰ πραττόμενα ὑπ᾽ 4 αὐτῶν, οὐ μέντοι καὶ προσεποιοῦντο διὰ τὰ παρόντα σφίσι. μετὰ δὲ δὴ τοῦτο νομίσαντες γοῦν διαφυγεῖν 5 πάντως γε λανθάνειν, ὅτι μηδ᾽ ἔγκλημα ἐλάμβανον, ἐπὶ πλεῖον ἐξύ- [p. 296] βρισαν καὶ ἄκοντας αὑτοῖς τοὺς Ῥωμαίους ἐξεπολέμωσαν, ὥστε καὶ ἐπαληθεῦσαι ὅτι καὶ αἱ εὐπραγίαι, ἐπειδὰν ἔξω τοῦ συμμέτρου τισὶ γένωνται, συμφορῶν σφισιν αἴτιαι καθίστανται: προαγαγοῦσαι γὰρ αὐτοὺς ἐς τὸ ἔκφρον ῾οὐδὲ γὰρ ἐθέλει τὸ σῶφρον τῷ χαύνῳ συνεῖναἰ τὰ μέγιστα σφάλλουσιν, ὥσπερ που καὶ ἐκεῖνοι ὑπερανθήσαντες ἀντίπαλον τῆς ἀσελγείας κακοπραγίαν ἀντέλαβον.” M. 83 (p. 168) and αἱ εὐπραγίαισφάλλουσιν Max. Conf. Flor. f. 103 (M. p. 536).[4] Δίων θ βιβλίῳΛούκιος Οὐαλέριος ναυαρχῶν τε Ῥωμαίοις καὶ σταλείς ποι ὑπ᾽ αὐτῶν.’” Bekk. Anecd. p. 158, 25.[5] ὅτι Λούκιος ἀπεστάλη παρὰ Ῥωμαίων ἐς Τάραντα. οἱ δὲ Ταραντῖνοι Διονύσια ἄγοντες, καὶ ἐν τῷ θεάτρῳ διακορεῖς οἴνου τὸ δείλης καθήμενοι, πλεῖν ἐπὶ σφᾶς αὐτὸν ὑπετόπησαν, καὶ παραχρῆμα δι᾽ ὀργῆς, καί τι καὶ τῆς μέθης αὐτοὺς 6 ἀναπειθούσης, ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μήτε χεῖρας ἀνταιρομένῳ μήθ᾽ ὅλως πολέ- [p. 298] μιόν τι ὑποτοπουμένῳ κατέδυσαν κἀκεῖνον καὶ ἄλλους [6] πολλούς. πυθόμενοι δὲ ταῦθ᾽ οἱ Ῥωμαῖοι χαλεπῶς μέν, ὥσπερ οὖν εἰκός, ἔφερον, οὐ μὴν καὶ στρατεῦσαι ἐπ᾽ αὐτοὺς εὐθὺς ἠθέλησαν. πρέσβεις μέντοι, τοῦ μὴ κατασεσιωπηκέναι δόξαι κἀκ τούτου θρασυτέρους αὐτοὺς ποιῆσαι, ἔστειλαν. καὶ αὐτοὺς οἱ Ταραντῖνοι οὐχ ὅπως καλῶς ἐδέξαντο, τρόπον γέ τινα ἐπιτήδειον ἀποκρινάμενοι ἀπέπεμψαν, ἀλλ᾽ εὐθύς, πρὶν καὶ λόγον σφίσι δοῦναι, γέλωτα τά τε ἄλλα καὶ τὴν [7] στολὴν αὐτῶν ἐποιοῦντο. ἦν δὲ ἀστική, κατ᾽ ἀγορὰν χρώμεθα: ταύτην γὰρ ἐκεῖνοι, εἴτ᾽ οὖν σεμνότητος ἕνεκα εἴτε καὶ διὰ δέος, ἵν᾽ ἔκ γε τούτου αἰδεσθῶσιν αὐτούς, ἐσταλμένοι ἦσαν. κατὰ συστάσεις τε οὖν κωμάζοντες ἐτώθαζον ῾καὶ γὰρ καὶ τότε ἑορτὴν ἦγον, ὑφ᾽ ἧς καίτοι μηδένα χρόνον σωφρονοῦντες ἔτι καὶ μᾶλλον ὕβριζον᾽, καὶ τέλος προσστάς 7 τις τῷ Ποστουμίῳ καὶ κύψας ἑαυτὸν [8] ἐξέβαλε καὶ τὴν ἐσθῆτα αὐτοῦ ἐκηλίδωσε. θο- [p. 300] ρύβου δὲ ἐπὶ τούτῳ παρὰ πάντων τῶν ἄλλων γενομένου, καὶ τὸν 8 μὲν ἐπαινούντων ὥσπερ τι θαυμαστὸν εἰργασμένον, ἐς δὲ δὴ τοὺς Ῥωμαίους πολλὰ καὶ ἀσελγῆ ἀνάπαιστα ἐν ῥυθμῷ τοῦ τε κρότου καὶ τῆς βαδίσεως ᾀδόντων, Ποστούμιοςγελᾶτε,’ ἔφη, ‘γελᾶτε, ἕως ἔξεστιν ὑμῖν: κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον, ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.’ [9] ἀκούσαντες τοῦτ᾽ ἐκεῖνοι τῶν μὲν σκωμμάτων ἐπέσχον, ἐς δὲ τὴν παραίτησιν τοῦ ὑβρίσματος οὐδὲν ἔπραξαν, ἀλλ᾽ ὅτι καὶ σῶς αὐτοὺς ἀφῆκαν, ἐν εὐεργεσίας μέρει ἐτίθεντο.” UR 4 (p. 375), “ §§ 5-8, ανδ μ. 84 ῾π. 168᾿, §§ 8, 9. [10] ὅτι Μέτων, ὡς οὐκ ἔπεισε Ταραντίνους τὸ μὴ Ῥωμαίοις ἐκπολεμωθῆναι, ἔκ τε τῆς ἐκκλησίας [p. 302] ὑπεξῆλθε καὶ στεφάνους ἀνεδήσατο, συγκωμαστάς τέ τινας καὶ αὐλητρίδα λαβὼν ὑπέστρεψεν. ᾄδοντος δὲ αὐτοῦ καὶ κορδακίζοντος ἐξέστησαν τῶν προκειμένων καὶ ἐπεβόων καὶ ἐπεκρότουν, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι. καὶ ὃς σιγάσας αὐτοὺςνῦν μὲν καὶ μεθύειν,’ ἔφη, 9καὶ κωμάζειν ἔξεστιν ἡμῖν: ‘ἂν δ᾽ ὅσα βουλεύεσθε ἐπιτελέσητε, δουλεύσομεν.’” M. 85 (p. 169). “ ”

1 a)/lloi Urs., a)/lloi te Mss.

2 *)ombrikou\s Urs., o)mbri/skous Mss.

3 fo/bou Bs. (and Ms. ?), fabriou or faliou Ms. as formerly read by Bs.

4 u(p' Bk., a)p' Ms.

5 diafugei=n Bs., d. a.. lein Ms.

6 au)tou\s Reim., au)toi=s Mss.

7 prossta/s St., prosta/s Mss.

8 to\n Bk., tw=n Mss.

9 e)/fh Mai, e)/dei Ms.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: