previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. δὲ δὴ Ἀουῖτος εἴτε Ψευδαντωνῖνος εἴτε καὶ Ἀσσύριος καὶ Σαρδανάπαλλος Τιβερῖνός τε ῾καὶ γὰρ καὶ 1 ταύτην τὴν προσηγορίαν, ἐπειδὴ τὸ σῶμα σφαγέντος αὐτοῦ ἐς τόν Τίβεριν ἐνεβλήθη, ἔλαβεν᾽ τότε μὲν μετὰ τὴν νίκην ἔς τε [p. 438] τὴν Ἀντιόχειαν τῇ ὑστεραίᾳ ἐσῆλθε, πεντακοσίας τοῖς ἀμφ᾽ αὐτὸν στρατιώταις δραχμάς, ὅπως μὴ διαρπάσωσιν αὐτήν, οὗπερ τὰ μάλιστα ἐπεθύμουν, προϋποσχόμενος: 2 ἅς που καὶ παρὰ τοῦ [2] δήμου ἐσέπραξεν: καὶ ἐς τὴν Ῥώμην ἄλλα τε οἷα εἰκὸς ἦν ἐπέστειλε, πολλὰ μὲν τὸν Μακρῖνον ἄλλως τε καὶ ἐς τὴν δυσγένειαν τήν τε ἐπὶ τὸν Ἀντωνῖνον ἐπιβουλὴν διαβάλλων ῾πρὸς γοῦν τοῖς ἄλλοις τοῦτο ἔφη ὅτι μηδ᾽ ἐσελθεῖν ἐς τὸ συνέδριον μετὰ τὸ κήρυγμα τὸ χωρὶς τῶν βουλευτῶν τοὺς λοιποὺς ἐξεῖργον 3 ἐξῆν, οὗτος ἐτόλμησεν τὸν αὐτοκράτορα, οὗ τὴν φρουρὰν ἐπεπίστευτο, δολοφονήσας τὴν ἀρχὴν αὐτοῦ παρασπάσασθαι καὶ αὐτοκράτωρ πρότερον βουλευτὴς [3] γενέσθαι᾿, πολλὰ δὲ καὶ περὶ ἑαυτοῦ οὐχ ὅτι τοῖς στρατιώταις ἀλλὰ καὶ τῇ βουλῇ τῷ τε δήμῳ καθυπισχνούμενος ῾κατά τε γὰρ τὸν τοῦ Αὐγούστου, καὶ τὴν ἡλικίαν τὴν ἑαυτοῦ ἀφωμοίου, καὶ κατὰ τὸν τοῦ Ἀντωνίνου τοῦ Μάρκου ζῆλον ἅπαντα ἅπαξ πράξειν ἐπηγγείλατὀ, [4] καὶ δῆτα καὶ αὐτὸ τοῦτο ἔγραψεν, αἰνιττόμενος πρὸς τὰς διαβολὰς τὰς ἐς αὐτὸν ὑπὸ τοῦ Μακρίνου θρυληθείσας, ὅτιτὴν ἡλικίαν τὴν ἐμὴν διαβαλεῖν ἐπεχείρησεν, αὐτὸς πενταετῆ υἱὸν ἀποδείξας.’

1 kai/ supplied by Urs.

2 prou+posxo/menos Leuncl., *p*r*o*s*u*p*o*s*x*o*m*e*n*o*s V.

3 e)cei=rgon Leuncl., *e*c*e*r*g*o*n V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: