previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

36. Ἀλλ᾽ 1 εὖ ἴσθι ὅτι αἱ μὲν ἀνήκεστοι ἐν τοῖς τοιούτοις τιμωρίαι αὐτούς τε τοὺς δικαιουμένους παραπολλύουσι δυνηθέντας ἂν ἀμείνους γενέσθαι καὶ τοὺς ἄλλους οὐδὲν μᾶλλον σωφρονίζουσιν: γὰρ ἀνθρωπίνη φύσις οὐκ ἐθέλει ἑαυτῆς πρὸς τὰς [2] ἀπειλὰς ἐξίστασθαι, ἀλλ᾽ δέους τινὸς ἀνάγκῃ θάρσους ὕβρει ἀπειρίας τε θρασύτητι καὶ ἐξουσίας προπετείᾳ, καθ᾽ ἑτέραν τινὰ συντυχίαν, οἷα πολλὰ πολλοῖς καὶ παρ᾽ ἐλπίδα συμβαίνει, τοὺς μὲν οὐδὲ ἐνθυμουμένους τῶν κολάσεων ἀλλ᾽ ἀλογίστως αὐτῶν ἐς τὸ προκείμενον φερομένους, τοὺς δὲ παρ᾽ οὐδὲν αὐτὰς πρὸς τὸ τυχεῖν ὧν ὀρέγονται [3] ποιουμένους ἁμαρτάνειν ἀναπείθει. αἱ δὲ ἐμμελεῖς φιλανθρωπίαι τἀναντία αὐτῶν πάντα διαπράτ- [p. 250] τουσιν: ὑπὸ γὰρ τῆς ἐγκαίρου συγγνώμης αὐτοί τε πολλάκις μεταβάλλονται, ἄλλως τε καὶ ὅταν ἐξ ἀνδρείας καὶ μὴ κακουργίας, ἐκ φιλοτιμίας καὶ μὴ πονηρίας τι ποιήσωσι ῾δεινὴ γάρ ἐστι καὶ δουλῶσαι καὶ σωφρονίσαι φρόνημα γενναῖον εὔλογος φιλανθρωπίἀ, καὶ τοὺς ἄλλους ἐθελοντὰς ἅτε καὶ τὸ σεσωσμένον ὁρῶντας μεταρρυθμίζουσι: πείθεται γὰρ πᾶς ἥδιον βιάζεται, καὶ ἑκούσιος ἀκούειν τοῦ νόμου 2 βούλεται μᾶλλον ἀνάγκῃ, ὅτι τὸ μὲν αὐθαίρετον ὡς καὶ οἰκεῖον σπουδάζει, τὸ δὲ ἐξ ἐπιτάγματος ὡς καὶ ἀνελεύθερον ἀπωθεῖται.” M. 59 (p. 159).[4] ὅτι τῆς μεγίστης καὶ ἀρετῆς καὶ ἐξουσίας ἐστὶν ἔργον οὐ τὸ φονεῦσαί τινα ῾τοῦτο μὲν γὰρ καὶ ὑπὸ τῶν κακίστων καὶ ἀσθενεστάτων πολλάκις γίγνεταἰ ἀλλὰ τὸ φείσασθαί τινος καὶ τὸ σῶσαί τινα, μηδεὶς ἄλλος ἡμῶν 3 ἄκοντός γέ σου δύναται. [5] βούλομαι μὲν ἤδη πεπαῦσθαι λέγων: τό τε γὰρ ψυχίδιόν μου κέκμηκε καὶ τὸ φθέγμα ἐνδίδωσι, τά τε δάκρυα τὴν φωνὴν ἐνίσχει, 4 καὶ φόβος τὸ στόμα συνδεῖ. ἀλλ᾽ οὐκ ἔχω πῶς ἀπαλλαγῶ: τὸ γὰρ πάθος, ἄν γε μὴ ἄλλο τι 5 δόξῃ σοι, μὴ ἐνδοιαστῶς μοι 6 προφαινόμενον, οὐκ ἐπιτρέπει μοι σιωπῆσαι, ἀλλ᾽ ὡς καὶ παρὰ τοῦθ᾽ τι ποτ᾽ ἂν τελευταῖον εἴπω τῆς σωτηρίας μοι τοῦ παιδὸς ἐσομένης, ἀναγκάζει με πλείω ὥσπερ ἐν εὐχαῖς λαλεῖν.” M. 60 (p. 159).[p. 252] [6] τό τε γὰρ ὄνομα καὶ τὸ σχῆμα τῆς ἀρχῆς ἧς περιεβέβλητο ὤκνει καταλῦσαι: καὶ ἐπειδὴ ἔμελλε τοῦ Ῥούλλου φείσεσθαι ῾τὴν γὰρ σπουδὴν τοῦ δήμου ἑώρἀ, ἐκείνῳ τε ἐπὶ πλεῖον ἀντισχὼν χαρίσασθαι καὶ τοὺς νέους ἐπιστρέψαι 7 μᾶλλον, ὥστε ἐξ ἀδοκήτου αὐτῷ συγγνούς, ἠθέλησε. τό τε οὖν πρόσωπον συστρέψας καὶ τὸν δῆμον δριμὺ [7] ὑποβλέψας τὴν φωνὴν ἐνέτεινε καὶ εἶπε. καὶ σιωπὴ μὲν ἦν, οὐ μέντοι καὶ ἡσύχαζον, ἀλλ᾽ οἷόν τι φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, αὐτῷ 8 τε ἐπιστένοντες καὶ πρὸς ἀλλήλους τονθορύζοντες ἓν μὲν οὐδὲν λαλοῦντες ἐξηκούοντο, σωθῆναι δὲ δὴ τὸν ἵππαρχον ἐπιθυμεῖν ὑπωπτεύοντο. ἰδὼν δὲ ταῦθ᾽ Παπίριος καὶ φοβηθεὶς μὴ 9 καὶ νεοχμώσωσί τι, τοῦ τε πάνυ ἀρχικοῦ, ὅπερ ἐς ἐπανόρθωσιν αὐτῶν ἐπὶ μεῖζον τοῦ καθήκοντος προσεπεποίητο, ὑφῆκε, καὶ τὰ λοιπὰ μετριάζων ἔς τε φιλίαν ἑαυτοῦ καὶ προθυμίαν αὖθις σφᾶς ἀντικατέστησεν, ὥστε συμβαλόντας τοῖς ἐναντίοις ἀνδρίσασθαι.” M. 61 (p. 160).[8] ὅτι νικηθέντες οἱ Σαυνῖται ὑπὸ Ῥωμαίων ἐπεκηρυκεύσαντο τοῖς ἐν τῇ πόλει Ῥωμαίοις, τούς [p. 254] τε αἰχμαλώτους, ὅσους εἶχον αὐτῶν, πέμψαντές σφισι, καί τινος Παπίου, 10 ἀνδρὸς ἔς τε τὰ πρῶτα τῶν παρ᾽ αὐτοῖς ἀξιουμένου καὶ τὴν αἰτίαν τοῦ πολέμου πᾶσαν φερομένου, τήν τε οὐσίαν καὶ τὰ ὀστᾶ, ἐπειδὴ φθάσας ἑαυτὸν προαπεχρήσατο, διαρρίψαντες. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης: ἄπιστοί τε γὰρ δόξαντες εἶναι, καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντός σφων σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδόν σφισι τὸν πόλεμον παρεσκεύασαν. οἱ γὰρ Ῥωμαῖοι, καίτοι τοὺς αἰχμαλώτους λαβόντες, ἀκηρυκτὶ πολεμεῖν αὐτοῖς ἐψηφίσαντο.” UG 1 (p. 374). Parts also in Suidas s.vv. para/krousin,οὐχ ὅσον, ἀκηρυκτεί; ξφ. αλσο ς.ϝ. ἀξιουμένου. [10] πολλὰ μὲν δὴ οὖν καὶ ἄλλα τοῦ ἀνθρωπείου γένους θαυμάσειεν ἄν τις, οὐχ ἥκιστα δὲ τὰ τότε γενόμενα: οἵ τε γὰρ Ῥωμαῖοι ὑπεραυχήσαντες, ὥστε μήτε κήρυκα ἔτι ἐπ᾽ εἰρήνῃ παρὰ τῶν Σαυνιτῶν προσδέχεσθαι ψηφίσασθαι καὶ προσελπίσαι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν, παθή- [p. 256] ματι δεινῷ περιέπεσον καὶ ἐν αἰσχύνῃ οἵᾳ οὐ πώποτε ἐγένοντο, καὶ ἐκεῖνοι ἄλλως τε ὑπερδείσαντες καὶ ἐν μεγάλῃ συμφορᾷ τὸ μὴ σπείσασθαι ποιησάμενοι πανσυδίᾳ τε τὸ στρατόπεδον αὐτῶν ἐζώγρησαν καὶ πάντας ὑπὸ τὸν ζυγὸν ὑπήγαγον: ἐς τοῦτο γὰρ αὐτοῖς τύχη περιέστη.” M. 62 (p. 161).[11] αἱ εὐεργεσίαι ἐν τῇ τῶν ἀνθρώπων μᾶλλον προαιρέσει εἰσι, καὶ οὔθ᾽ ὑπ᾽ ἀνάγκης οὔθ᾽ ὑπ᾽ ἀγνοίας, οὐκ ὀργῆς, οὐκ ἀπάτης, οὐκ ἄλλου τινὸς τῶν τοιούτων γίγνονται, ἀλλ᾽ αὐθαίρετοι παρ᾽ ἑκουσίας καὶ προθύμου τῆς ψυχῆς ἐκτελοῦνται: καὶ διὰ ταῦτα χρὴ τοὺς μὲν πλημμελήσαντάς τι ἐλεεῖν νουθετεῖν παιδεύειν, τοὺς δὲ εὖ ποιήσαντας θαυμάζειν φιλεῖν ἀμείβεσθαι. καὶ ὅταν γε ὑπὸ τῶν αὐτῶν 11 ἑκάτερον γένηται, πολύ που μᾶλλον τοῖς ἤθεσιν ἡμῶν 12 προσήκει τῶν ἀμεινόνων μνημονεύειν τῶν ἀτοπωτέρων.” Max. Conf. Flor. f. 46 (M. p. 535).[p. 258] [12] ὅτι αἱ διαφοραὶ εὐεργεσίαις παύονται: καὶ ὅσῳ ἄν τις ἐπὶ μεῖζον ἔχθρας ἐλθὼν σωτηρίας ἀντὶ τιμωρίας παρὰ δόξαν τύχῃ, πολὺ μᾶλλον ἐκείνην τε ἑκὼν καταλύει καὶ ταύτης ἄσμενος ἡττᾶται: ὅσῳ τε τῶν ἄλλως πως διενεχθέντων οἱ ἐκ φιλίας ἐς ἔχθραν χωρήσαντες μισοῦσιν ἀλλήλους, ἐπὶ πλεῖον καὶ τῶν ἄλλως πως εὐεργετηθέντων οἱ ἐκ διαφορᾶς εὖ παθόντες φιλοῦσι τοὺς πεποιηκότας. καὶ Ῥωμαῖοι οὖν βούλονται μὲν καὶ μάλα πολέμῳ 13 κρατιστεύειν, προσέτι δὲ δὴ καὶ ἀρετὴν τιμῶσι, καὶ διὰ τοῦτο ἐν ἀμφοτέροις ἠναγκασμένοι τῇ τῆς ψυχῆς γενναιότητι τὸ κρατεῖν ἐπικερδαίνουσι, σπουδάζοντες ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις καθ᾽ ὑπερβολὰς ἀμύνεσθαι.” M. 63 (p. 161).[13] μέγα μὲν γὰρ καὶ ἐπὶ τῷ τοὺς ἀδικήσαντάς τι ἀμύνασθαι δεῖ φρονεῖν, μείζω δὲ δόξαν ἐπὶ τῷ τοὺς εὐεργετήσαντάς τι ἀμείβεσθαι ἔχειν.” Max. Conf. Flor. f. 46v (M. p. 536).[14] πεφύκασι γὰρ 14 πάντες ἄνθρωποι πλέον ἀλγεῖν ὧν ἂν ἀτιμασθῶσιν χαίρειν ἐφ᾽ οἷς ἂν εὐεργετηθῶσι, καὶ ῥᾷόν γε ἐπεξέρχονται τοῖς τι λυπήσασί σφας ἀνθυπουργοῦσι τοῖς εὖ ποιήσασι, τήν τε 15 κακοδοξίαν τοῦ τὸν σώσαντα μὴ δἰ εὐνοίας ποιήσασθαι παρ᾽ οὐδὲν πρὸς τὰ συμφέροντα αὑτῶν τιθέμενοι, καὶ τῷ θυμουμένῳ καὶ παρὰ τὸ λυσιτελοῦν σφων χαριζόμενοι. [p. 260] Τοιαῦτα αὐτοῖς παρά τε τῆς ἐμφύτου φρονήσεως καὶ παρὰ τῆς ἐκ τοῦ γήρως ἐμπειρίας οὐ τὸ αὐτίκα κεχαρισμένον ἀλλὰ τὸ ἔπειτα ἀλγεινὸν προσκοπῶν παρῄνεσεν.” M. 64 (p. 162) and pefu/kasi ga\rπάντεςποιήσασιν μαχ. ξονφ. φλορ.φ.46ϝ ῾μ.π. 536᾿. [15] ὅτι οἱ Καπυηνοὶ τῶν Ῥωμαίων ἡττηθέντων καὶ ἐς Καπύην ἐλθόντων οὔτ᾽ εἶπον αὐτοὺς δεινὸν οὐδὲν οὔτε ἔπραξαν, ἀλλὰ καὶ τροφὴν καὶ ἵππους αὐτοῖς ἔδωκαν καὶ ὡς κεκρατηκότας ὑπεδέξαντο: οὓς γὰρ οὐκ ἂν ἐβούλοντο διὰ τὰ προγεγονότα σφίσιν ὑπ᾽ αὐτῶν νενικηκέναι, τούτους [16] κακοτυχήσαντας 16 ἠλέησαν. οἱ δὲ Ῥωμαῖοι [p. 262] ὡς τὰ πεπραγμένα ἤκουσαν, ἄποροι πανταχόθεν ἐγένοντο, μήθ᾽ ὅπως ἡσθῶσι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ μήθ᾽ ὅπως ἀχθεσθῶσιν ἔχοντες: πρὸς μὲν γὰρ τὸ δεινὸν τῆς αἰσχύνης ὑπερήλγουν, ἀπαξιοῦντες ἄλλως τε τοῦτο καὶ ὑπὸ τῶν Σαυνιτῶν πεπονθέναι, καὶ ἐβούλοντο ἂν πάντες αὐτοὺς ἀπολωλέναι, ἐκλογιζόμενοι δὲ ὅτι, εἴπερ τι τοιοῦτον συνεβεβήκει σφίσι, κἂν 17 περὶ τοῖς λοιποῖς ἅπασιν ἐκινδύνευσαν, οὐκ ἀκουσίως ἤκουον ὅτι ἐσώθησαν.” M. 65 (p. 162).[p. 264] [17] ὅτι τῆς σωτηρίας τῆς ἑαυτῶν πᾶσιν ἀνθρώποις καὶ ἀναγκαῖον καὶ ἀνεμέσητόν ἐστι προνοεῖσθαι, κἂν ἐν κινδύνῳ τινὶ καταστῶσι, πᾶν ὁτιοῦν ὥστε σωθῆναι πράττειν.” M. 66 (p. 163).ὅτι συγγνώμη καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων δίδοται τοῖς ἀκούσιόν τι πράξασιν.” M. 67 (ib.).[18α] Δίων η βιβλίῳκαὶ προσποιοῦμαι τὸ ἀδίκημα καὶ ὁμολογῶ τὴν ἐπιορκίαν.’” Bekk. Anecd. p. 165, 13.[p. 266] [19] ὅτι οἱ Σαυνῖται ὁρῶντες μήτε τὰς συνθήκας σφίσι τηρουμένας μήτε ἄλλην χάριν ἀντιδιδομένην, ἀλλ᾽ ὀλίγους ἀντὶ πολλῶν ἐς παραγωγὴν τῶν ὅρκων ἐκδιδομένους, δεινῶς ἠγανάκτησαν, ἐπεθείαζόν 18 τέ τινα τοὺς θεοὺς ἐπιβοώμενοι καὶ τὰς πίστεις αὐτῶν προφερόμενοι, καὶ ἀπῄτουν τοὺς ἁλόντας, ἐκέλευόν τε αὐτοὺς ὑπὸ τὸν αὐτὸν ζυγὸν γυμνοὺς ἐσελθεῖν οὗπερ ἐλεηθέντες ἀφείθησαν, ἵνα καὶ τῷ ἔργῳ μάθωσι 19 τοῖς ἅπαξ ὁμολογηθεῖσιν [20] ἐμμένειν. καὶ ἀντέπεμψαν τοὺς ἐκδοθέντας, εἴτ᾽ οὖν ὅτι οὐκ ἠξίωσάν σφας μηδὲν ἠδικηκότας ἀπολέσαι, ὅτι τῷ δήμῳ τὴν ἐπιορκίαν προσάψαι ἠθέλησαν καὶ μὴ δι᾽ ὀλίγων ἀνδρῶν κολάσεως τοὺς ἄλλους ἀπολῦσαι. ταῦτ᾽ ἔπραξαν ἐλπίσαντες ἐκ τούτων ἐπιεικές τι εὑρήσεσθαι.” M. 68 (p. 163).[21] ὅτι οἱ Ῥωμαῖοι τοῖς Σαυνίταις οὐχ ὅτι χάριν τινὰ τῆς γοῦν τῶν ἐκδοθέντων σωτηρίας ἔσχον, [p. 268] ἀλλ᾽ ὥσπερ τι δεινὸν ἐκ τούτου παθόντες ὀργῇ τε τὸν πόλεμον ἐποιήσαντο, καὶ κρατήσαντες τὰ αὐτὰ αὐτοὺς20 ἀντειργάσαντο: τὸ γὰρ δίκαιον οὐκ ἐκ τοῦ ὁμοίου τῷ νομιζομένῳ καὶ ἐν τοῖς ὅπλοις ὡς πλήθει κρίνεται, οὐδ᾽ ἀνάγκη τίς ἐστι νικᾶν τοὺς ἀδικουμένους, ἀλλ᾽ πόλεμος αὐτοκράτωρ ὢν τά τε ἄλλα πρὸς τὸ τοῦ κρατοῦντος συμφέρον τίθεται καὶ τὴν τοῦ δικαίου νόμισιν ἐς τοὐναντίον πολλάκις περιίστησιν.” M. 69 (p. 163).[22] ὅτι οἱ Ῥωμαῖοι Σαυνιτῶν κρατήσαντες τοὺς αἰχμαλώτους ὑπὸ τὸν ζυγὸν ἀνθυπήγαγον, ἐξαρκεῖν σφίσι νομίσαντες τὴν τῆς ὁμοίας αἰσχύνης ἀνταπόδοσιν. οὕτω μὲν τύχη πρὸς τὰ ἐναντία αὐτοῖς 21 ἀμφοτέροις ἐν βραχυτάτῳ 22 περιστᾶσα, καὶ τοὺς Σαυνίτας ὑπ᾽ αὐτῶν τῶν ὑβρισθέντων τὰ αὐτὰ ἀντιποιήσασα, διέδειξε καὶ ἐν τούτῳ τὸ ὅλον αὐτὴ δυναμένη.” M. 70 (p. 164).[23] ὅτι Παπίριος στρατεύσας ἐπὶ τοὺς Σαυνίτας καὶ καταστήσας αὐτοὺς ἐς πολιορκίαν προσήδρευέ σφισι. κἀν τούτῳ ὀνειδίσαντός τινος αὐτῷ ὅτι οἴνῳ πολλῷ ἐχρῆτο, ἔφη ὅτι τὸ μὲν [p. 270] μὴ εἶναί με μεθυστικὸν παντί που δῆλον ἔκ τε τοῦ πρωιαίτατά με ὀρθρεύεσθαι καὶ ἐκ τοῦ ὀψιαίτατα καταδαρθάνειν ἐστίν: διὰ δὲ τὸ τὰ 23 κοινὰ ἀεὶ καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ ὁμοίως ἐν φροντίδι ποιεῖσθαι, καὶ ὑπὸ τοῦ μὴ δύνασθαι ῥᾳδίως ὕπνου λαχεῖν, τὸν οἶνον κατακοιμήσοντά 24 με παραλαμβάνω.” M. 71 (p. 164).[24] ὅτι αὐτὸς ἐφοδεύων ποτὲ τὰς φυλακὰς καὶ μὴ εὑρὼν τὸν Πραινεστίνων στρατηγὸν ἐν τῇ τάξει ὄντα ἠγανάκτησεν, εἶτα μεταπεμψάμενος αὐτὸν ἐκέλευσε τῷ ῥαβδούχῳ τὸν πέλεκυν προχειρίσασθαι: ἐκπλαγέντος τε αὐτοῦ πρὸς τοῦτο καὶ καταδείσαντος, τῷ τε φόβῳ αὐτοῦ ἠρκέσθη καὶ οὐδὲν ἔτι δεινὸν αὐτὸν ἔδρασεν, ἀλλὰ ῥίζας τινὰς παρὰ τὰ σκηνώματα οὔσας ἐκκόψαι τῷ ῥαβδούχῳ, ἵνα μὴ τοὺς παριόντας λυπῶσι, προσέταξεν.” M. 72 (ib.).[25] ὅτι αἱ εὐπραγίαι οὐ πάνυ τοῖς πολλοῖς παραμένουσιν, ἀλλὰ καὶ συχνοὺς ἐς ἀφυλαξίαν παραγαγοῦσαι φθείρουσιν.” M. 73 (p. 165).[p. 272] [26] ὅτι Παπίριον δικτάτορα προεβάλοντο οἱ ἐν τῷ ἄστει, καὶ δείσαντες μὴ Ῥοῦλλος οὐκ ἐθελήσῃ αὐτὸν διὰ τὰ συμβάντα οἱ ἐν τῇ ἱππαρχίᾳ εἰπεῖν, ἔπεμψαν πρὸς αὐτὸν δεόμενοι τὰ 25 κοινὰ πρὸ τῆς ἰδίας ἔχθρας προτιμῆσαι. καὶ ὃς τοῖς μὲν πρέσβεσιν οὐδὲν ἀπεκρίνατο, ἐπειδὴ δὲ νὺξ ἐγένετο ῾νυκτὸς γὰρ πάντως ἐκ τῶν πατρίων τὸν δικτάτορα ἔδει λέγεσθαἰ, εἶπέ τε αὐτὸν καὶ εὔκλειαν ἐκ τούτου μεγίστην ἔλαβεν.” V. 19 (p. 585).[27] ὅτι Ἄππιος τυφλὸς καὶ Οὐολούμνιος 26 διεφέροντο πρὸς ἀλλήλους: ἀφ᾽ οὗπερ Οὐολούμνιος τοῦ Ἀππίου προενεγκόντος ποτὲ αὐτῷ ἐν ἐκκλησίᾳ ὅτι σοφώτερος ὑφ᾽ ἑαυτοῦ γεγονὼς οὐδεμίαν οἱ χάριν εἰδείη, αὐτὸς μὲν καὶ γεγονέναι οὕτως σοφώτερος καὶ ὁμολογεῖν τοῦτ᾽ ἔφη, ἐκεῖνον δὲ μηδὲν πρὸς τὰ τοῦ πολέμου πράγματα ἐπιδεδωκέναι.” M. 74 (p. 165).[p. 274] [28] ὅτι ὅμιλος περὶ τῆς μαντείας παραχρῆμα μὲν οὔθ᾽ ὅπως πιστεύσῃ οὔθ᾽ ὅπως ἀπιστήσῃ αὐτῷ [p. 276] εἶχεν: οὔτε γὰρ ἐλπίζειν πάντα ἐβούλετο, ὅτι μηδὲ γενέσθαι 27 πάντα ἤθελεν, οὔτ᾽ 28 αὖ 29 ἀπιστεῖν ἅπασιν ἐτόλμα, ὅτι νικῆσαι ἐπεθύμει, ἀλλ᾽ οἷα ἐν μέσῳ τῆς τε εὐχῆς 30 καὶ τοῦ φόβου ὢν χαλεπώτατα διῆγεν. συμβάντων δ᾽ αὐτῶν ὡς ἑκάστων καὶ τὴν ἑρμήνευσίν σφισιν ἐκ τῆς τῶν ἔργων πείρας ἐφήρμοσαν, καὶ αὐτὸς σοφίας τινὰ δόξαν ἐς τὴν τοῦ 31 ἀφανοῦς πρόγνωσιν προσποιεῖσθαι ἐπεχείρει.” M. 75 (p. 165)[p. 278] [29] ὅτι οἱ Σαυνῖται ἀγανακτήσαντες ἐπὶ τοῖς γεγονόσι καὶ ἀπαξιώσαντες ἐπὶ πολὺ ἡττᾶσθαι, πρὸς ἀποκινδύνευσιν καὶ πρὸς ἀπόνοιαν ὡς ἤτοι κρατήσοντες παντελῶς ἀπολούμενοι ὥρμησαν, καὶ τήν τε ἡλικίαν πᾶσαν ἐπελέξαντο, θάνατόν τε [p. 280] προειπόντες ὅστις ἂν αὐτῶν οἴκοι καταμένῃ, καὶ ὅρκοις σφᾶς φρικώδεσι πιστωσάμενοι μήτ᾽ αὐτόν τινα ἐκ μάχης φεύξεσθαι καὶ τὸν ἐπιχειρήσοντα τοῦτο ποιῆσαι φονεύσειν.” M. 76 (p. 165).[p. 282] [30] ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι ὅτι ὕπατος Φάβιος ἡττήθη ἐν τῷ πολέμῳ δεινῶς ἠγανάκτησαν καὶ τοῦτον μεταπέμψαντες εὔθυνον. κατηγορίας τε αὐτοῦ πολλῆς ἐν τῷ δήμῳ γενομένης ῾καὶ γὰρ τῇ τοῦ πατρὸς δόξῃ ἐπὶ πλεῖον τῶν ἐγκλημάτων ἐβαρύνετὀ ἐκείνῳ μὲν οὐδεὶς λόγος ἐδόθη, δὲ γέρων ὑπὲρ τοῦ παιδὸς οὐκ ἀπελογήσατο, κατα- [p. 284] ριθμήσας δὲ τά τε ἑαυτοῦ καὶ τὰ τῶν προγόνων ἔργα, καὶ προσυποσχόμενος μηδὲν ἀνάξιον αὐτῶν πράξειν τῆς τε ὀργῆς σφας παρέλυσεν, ἄλλως τε [31] καὶ τὴν ἡλικίαν τοῦ υἱέος προβαλόμενος: 32 καὶ συνεξελθὼν εὐθὺς αὐτῷ μάχῃ τοὺς Σαυνίτας καὶ πρὸς τὴν νίκην ἐπηρμένους κατέβαλεν, καὶ τὸ στρατόπεδον καὶ λείαν πολλὴν εἷλεν. οἱ δὲ Ῥωμαῖοι διὰ τοῦτο ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν αὐτοῦ καὶ ἐς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτῷ διῴκει καὶ διῆγεν οὐδὲν τοῦ γήρως φειδόμενος, καὶ τά γε συμμαχικὰ προθύμως οἱ, μνήμῃ τῶν παλαιῶν αὐτοῦ ἔργων, συνῄρετο: οὐ μέντοι καὶ ἔνδηλος ἦν δι᾽ ἑαυτοῦ τὰ [p. 286] πράγματα ποιούμενος, ἀλλ᾽ ὥσπερ ὄντως ἔν τε συμβούλου καὶ ἐν ὑπάρχου μέρει τῷ παιδὶ συνὼν αὐτός τε ἐμετρίαζε καὶ τὴν δόξαν τῶν ἔργων ἐκείνῳ 33 προσετίθει.” V. 20 (p. 585).[32] ὅτι οἱ ... στρατιῶται μετὰ Ποστουμίου 34 ἐξελθόντες κατὰ τὴν ὁδόν τε ἐνόσησαν καὶ ἐδόκουν διὰ τὴν τοῦ ἄλσους τομὴν πονεῖσθαι. ἐπ᾽ οὖν τούτοις ἀνακληθεὶς ἐν ὀλιγωρίᾳ κἀνταῦθα αὐτοὺς ἐποιήσατο λέγων οὐκ ἑαυτοῦ τὴν βουλὴν ἀλλ᾽ ἐκείνης αὑτὸν ἄρχειν. 35M. 77 (p. 166). “ ”

1 In the margin the Ms. has *e*k *t*h(??) *d*h*m*h*g*o*r*i*a(??) *t*o*u *p*a*t*r*o(??) *r*o*u*l*l*o*u (‘from the speech of Rullus' father.’)

2 tou= no/mou Bk., to\n no/mon Ms.

3 h(mw=n Bk., h(mi=n Ms.

4 e)ni/sxei v. Hers., a)ni/sxei Ms.

5 a)/n ge mh\ a)/llo ti Tafel, a)/n .. a)/llo (?) Ms.

6 e)ndoiastw=s moi Bs., do ... Ms.

7 e)pistre/yai Polak, e)pitre/yai Ms.

8 au)tw=| Mai., au)toi\ Ms.

9 mh\ added by Mai.

10 *papi/ou Leuncl., *papiri/ou Mss.

11 au)tw=n Bk., a)nqrw/pwn Mss.

12 h(mw=n *a, u(mw=n *b.

13 me\n kai\ ma/la pole/mw| Bk., a)\n kai\ a(/ma pole/mw| Mai, Ms. nos illegible.

14 pefu/kasi ga\r flor., o(/ti pefu/kasi palimps.

15 te Bk., de\ Ms.

16 tou/tous kakotuxh/santas Gros, tou/tois kakotuxh/sasin Ms.

17 ka)\n St., kai\ Ms.

18 e)peqei/azo/n Gros,...azon Ms.

19 ma/qwsi v. Hers,...si Ms.

20 au)tou\s Bk., au)toi=s Ms.

21 au)toi=s Bk., toi=s Ms.

22 e)n braxuta/tw| Cary, e)s braxu/taton Ms.

23 to\ ta\ Bk., ta\ Ms.

24 katakoimh/sonta/ St., katakoimh/santa/ Ms.

25 ta\ Val., ou) ta\ Ms.

26 *ou)olou/mnios Bk., bolou/mnios Ms.

27 gene/sqai pa/nta Mai, gene/sqw pa/ntwn Ms.

28 ou)/t' Mai, o(\t' a)\n Ms.

29 au)= St., a)\n Ms.

30 te eu)xh=s Polak, taraxh=s Ms.

31 th\n tou= Bs., th\n Ms.

32 probalo/menos Gros, proballo/menos Ms.

33 e)kei/nw| supplied by Rk.

34 The sords following oi( and stratiw=tai are illegible in the Ms. ; oi( su\n tw=| *)iouni/w| stratiw=tai a(/ma tw=| *postoumi/w| Mai, oi( tou= *)iouni/ou stratiw=tai su\n *p. Bs., meta\ *postoumi/ou Cary.

35 e(autou= ... a)/rxein Bs. *wery fes letters are legible in the Ms. after e(auto

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: