previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. ἀτιμοτάτων. ἐνταῦθα δὲ μαθὼν ὅτι καὶ υἱὸς αὐτοῦ ἑαλώκει ῾διὰ γὰρ τοῦ Ζεύγματος αὐτόν, δι᾽ οὗ πρότερον διιὼν Καῖσαρ ἀπεδέδεικτο, διελαύνοντα Κλαύδιος Πολλίων τοῦ στρατοπέδου ἑκατόνταρχος συνέλαβεν᾽ ἔρριψέ τε αὑτὸν ἀπὸ τοῦ ὀχήματος ῾οὐ γὰρ ἐδέδετὀ καὶ τότε μὲν τὸν [2] ὦμον συνέτριψε, μετὰ δὲ τοῦτο οὐ πολλῷ ὕστερον ἀποθανεῖν κελευσθεὶς πρὶν ἐς τὴν Ἀντιόχειαν ἐσελθεῖν ἐσφάγη τε ὑπὸ Μαρκιανοῦ Ταύρου ἑκατοντάρχου, καὶ αὐτοῦ τὸ σῶμα ἄταφον ἔμεινε μέχρις οὗ Ψευδαντωνῖνος, ἐς τὴν Βιθυνίαν ἐκ τῆς Συρίας παρελθών, ἐφήσθη αὐτῷ. [3] μὲν οὖν Μακρῖνος οὕτω, καὶ γέρων ὤν [p. 432] ῾πεντήκοντα γὰρ καὶ τέσσαρα ἦγεν ἔτη, τριῶν που μηνῶν 1 δέοντα πέντἐ καὶ ἐμπειρίᾳ πραγμάτων προφέρων, ἀρετήν τε ὑποδεικνύων καὶ τοσούτων στρατευμάτων ἄρχων, ὑπό τε παιδαρίου, οὗ μηδὲ τὸ ὄνομα πρότερον ἠπίστατο, [4] κατελύθη, ὥς που καὶ τὸ μαντεῖον αὐτῷ προεμήνυσε, ... ου Ζεὺς Βῆλος χρωμένῳ οἱ αὐτὸ τοῦτο ἔφη: ‘ γέρον, μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη 2 λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει,’ φεύγων τε ... σης νενικη. ... δραπετεύσας διὰ τῶν ἐθνῶν ὧν ἦρξε, συλληφθεὶς [5] ὑπὸ τῶν τυχόντων ὥσπερ τις λῃστής, ἐπιδὼν ἑαυτὸν μετ᾽ ἀτιμοτάτων κακούργων ... φρουρούμενον πολλοὶ πολλάκις βουλευταὶ προσήχθησαν, ἀποθανεῖν τε ἐκελεύσθη τὴν τοῦ κολάσαι 3 πάντα τινὰ Ῥωμαίων ἀπολῦσαί τε ἐξουσίαν ἔχων, καὶ πρὸς ἑκατοντάρχων συνελήφθη τε καὶ τῆς κεφαλῆς ἀπεστερήθη οὓς καὶ αὐτοὺς μετὰ τῶν ἄλλων τῶν τε χειρόνων καὶ τῶν κρειττόνων ἀποκτεῖναι ἐξουσίαν εἶχεν. καὶ αὐτῷ καὶ υἱὸς προσαπώλετο.

1 mhnw=n supplied by Bs., sho compares cod. Paris. 1712 (zh/sas e)/th (??) mh=nas (??)), h(merw=n Falc.

2 bi/h Falc., *b*i*h*i V.

3 kola/sai Bk., *k*e*l*e*u ... V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: