previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39. καὶ μὲν οὕτως τῇ Ἰουνίου 1 ὀγδόῃ ἡττηθεὶς τὸν μὲν υἱὸν πρὸς τὸν Ἀρτάβανον τὸν τῶν Πάρθων βασιλέα διά τε τοῦ Ἐπαγάθου καὶ δι᾽ ἄλλων τινῶν ἔπεμψεν, αὐτὸς δὲ ἐς τὴν Ἀντιόχειαν [2] ὡς καὶ νενικηκώς, ὅπως καταδεχθῇ, ἐσελθών, ἔπειτα διαγγελθείσης τῆς ἥττης αὐτοῦ, καὶ φόνων ἐκ τούτου 2 πολλῶν κἀν ταῖς ὁδοῖς κἀν τῇ πόλει, ὥς που καὶ εὐνοίας ἑκατέρῳ 3 τις αὐτῶν εἶχε, γιγνομένων, ἀπέδρα καὶ ἐκεῖθεν νυκτὸς ἐπὶ ἵππων, τήν τε κεφαλὴν καὶ τὸ γένειον πᾶν ξυράμενος, καὶ ἐσθῆτα φαιὰν κατὰ τῆς ἁλουργοῦς, [3] ἵν᾽ ὅτι μάλιστα ἰδιώτῃ τινὶ ἐοίκῃ, λαβών. καὶ οὕτω μετ᾽ ὀλίγων ἐς 4 Αἰγὰς τῆς Κιλικίας ἐλθών, ὀχημάτων τε ἐνταῦθα ὡς καὶ στρατιώτης τις τῶν ἀγγελιαφόρων ὢν ἐπέβη, καὶ διεξήλασε διὰ τῆς Καππαδοκίας καὶ τῆς Γαλατίας τῆς τε Βιθυνίας μέχρι Ἐριβώλου τοῦ ἐπινείου τοῦ κατ᾽ ἀντιπέρας τῆς τῶν Νικομηδέων πόλεως ὄντος, γνώμην ἔχων ἐς τὴν Ῥώμην ἀναδραμεῖν ὡς καὶ ἐκεῖ παρά τε τῆς βουλῆς καὶ παρὰ τοῦ δήμου [4] βοηθείας τινὸς τευξόμενος. καὶ εἴπερ ἐπεφεύγει, πάντως ἄν τι κατείργαστο: γὰρ εὔνοιά σφων [p. 430] παρὰ πολὺ ἐς αὐτόν, πρός τε τὸ τῶν Σύρων τόλμημα καὶ πρὸς τὴν τοῦ Ψευδαντωνίνου ἡλικίαν τό τε τοῦ Γάννυ καὶ τοῦ Κωμάζοντος αὐτεπίτακτον σκοπούντων, ἐποίει, ὥστε καὶ τοὺς στρατιώτας ἂν ἑκόντας 5 μετανοῆσαι καὶ [5] ἄκοντας καταδαμασθῆναι. νῦν δὲ τῶν μὲν ἄλλων ἀνθρώπων δι᾽ ὧν διῄει, εἰ καὶ ἐγνώρισέν τις αὐτόν, ἀλλ᾽ οὔτι καὶ ἐφάψασθαι ἐτόλμησεν αὐτοῦ: ὡς δὲ ἐκ τοῦ Ἐριβώλου διαπλέων ἐς τὴν Χαλκηδόνα ῾οὐ γὰρ ἐθάρσησεν ἐς τὴν Νικομήδειαν ἐσελθεῖν, φοβηθεὶς τὸν τῆς Βιθυνίας ἄρχοντα Καικίλιον Ἀρίστωνἀ, ἔπεμψε πρός τινα τῶν ἐπιτρόπων ἀργύριον αἰτῶν καὶ κατὰ τοῦτο ἐγνώσθη, κατελήφθη τε ἐν τῇ Χαλκηδόνι ἔτι ὤν, καὶ ἐπελθόντων [6] καὶ τῶν ὑπὸ τοῦ Ψευδαντωνίνου πεμφθέντων 6 ἵνα ... νῦν εἰ πώποτε. ... συνελήφθη τε ὑπ᾽ Αὐρηλίου Κέλσου ἑκατοντάρχου, καὶ μέχρι τῆς Καππαδοκίας ἤχθη ὥσπερ τις τῶν

1 *)iouni/ou Reim., *i*o*u*l*i*o*u V.

2 tou/tou Xiph., *t*o*u*t*w*n V.

3 e(kate/rw| Xiph., *e*k*a*t*e*r*o*u V.

4 e)s Bk., *e*i*s V.

5 a)\n h)\ e(ko/ntas Rk., *q*n*h*s*k*o*n*t*a*s V.

6 pemfqe/ntwn Xiph. om. V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: