previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. ἐν δὲ τῷ καιρῷ τούτῳ Βούλλας 1 τις Ἰταλὸς ἀνήρ, λῃστήριον συστησάμενος 2 ὡς ἑξακοσίων ἀνδρῶν, ἐλῄζετο τὴν Ἰταλίαν ἐπὶ ἔτη δύο, παρόντων μὲν τῶν αὐτοκρατόρων, παρόντων δὲ καὶ [p. 258] [2] στρατιωτῶν τοσούτων. ἐδιώκετο μὲν γὰρ ὑπὸ συχνῶν ἀνδρῶν, φιλοτίμως αὐτὸν ἀνιχνεύοντος τοῦ Σεουήρου, οὔτε δὲ ἑωρᾶτο ὁρώμενος οὔτε εὑρίσκετο εὑρισκόμενος οὔτε κατελαμβάνετο ἁλισκόμενος: τοσαύτῃ καὶ μεγαλοδωρίᾳ καὶ σοφίᾳ ἐχρῆτο. ἐμάνθανε γὰρ πάντας τούς τε ἀπὸ τῆς Ῥώμης ἐξιόντας καὶ τοὺς ἐς τὸ Βρεντέσιον καταίροντας, τίνες τε καὶ πόσοι εἰσί, καὶ τίνα καὶ [3] ὁπόσα κέκτηνται: καὶ τοὺς μὲν ἄλλους, μέρος ἄν τι παρ᾽ αὐτῶν ὧν εἶχον λαβών, εὐθὺς ἠφίει, τοὺς δὲ δὴ τεχνίτας κατεῖχε χρόνον τινά, καὶ χρησάμενός σφισιν, εἶτα καὶ προσδούς 3 τι ἀπέλυε. καί ποτε δύο λῃστῶν αὐτοῦ ἁλόντων καὶ θηρίοις δοθήσεσθαι μελλόντων πρός τε τὸν δεσμοφύλακα κατῆλθε, πλασάμενος ὡς τῆς πατρίδος 4 ἄρχων καί τινων ἀνθρώπων τοιούτων δεόμενος, καὶ οὕτω [4] λαβὼν αὐτοὺς ἔσωσε. τῷ δὲ ἑκατοντάρχῳ τῷ τὸ λῃστρικὸν καθαιροῦντι προσελθὼν κατηγόρησεν αὐτὸς ἑαυτοῦ ὥσπερ ἄλλος τις ὤν, καὶ ὑπέσχετο, εἰ ἀκολουθήσει αὐτῷ, παραδοῦναί οἱ τὸν λῃστήν: καὶ οὕτως αὐτὸν ἐς κοῖλόν τινα καὶ λοχμώδη 5 τόπον ὡς καὶ ἐπὶ τὸν Φήλικα 6 ἀγαγών ῾καὶ τοῦτο γὰρ αὐτὸς προσωνόμαστὀ ῥᾳδίως συνέλαβε. [5] καὶ μετὰ τοῦτ᾽ ἐπὶ τὸ βῆμα ἀνέβη σχῆμα ἄρχοντος ἀναλαβών, καὶ καλέσας τὸν ἑκατόνταρχον τῆς τε κεφαλῆς ἀπεξύρησε, καὶ ἔφηἄγγελλε τοῖς δεσπόταις σου ὅτι τοὺς δούλους ὑμῶν τρέφετε, ἵνα μὴ λῃστεύωσι.’ πλείστους γὰρ [p. 260] ὅσους τῶν Καισαρείων εἶχε, τοὺς μὲν ὀλιγομίσθους [6] τοὺς δὲ καὶ παντελῶς ἀμίσθους γεγονότας. ταῦτ᾽ οὖν Σεουῆρος ὡς ἕκαστα πυνθανόμενος, ὀργῇ ἔφερεν ὅτι ἐν τῇ Βρεττανίᾳ τοὺς πολέμους δι᾽ ἑτέρων νικῶν αὐτὸς ἐν τῇ Ἰταλίᾳ λῃστοῦ ἥττων ἐγένετο: καὶ τέλος χιλίαρχον ἐκ τῶν σωματοφυλάκων σὺν ἱππεῦσι πολλοῖς ἔστειλε, δεινὰ ἄττα αὐτῷ ἀπειλήσας, ἂν μὴ ζῶντα αὐτὸν ἀγάγῃ. καὶ οὕτως ἐκεῖνος μαθὼν ὅτι γυναικί τινι ἀλλοτρίᾳ χρῷτο, ἀνέπεισεν αὐτὴν διὰ τοῦ ἀνδρὸς ἐπ᾽ ἀδείᾳ 7 [7] συνάρασθαι σφίσι. κἀκ τούτου ἐν σπηλαίῳ τινὶ καθεύδων συνελήφθη. καὶ αὐτὸν Παπινιανὸς 8 ἔπαρχος ἀνήρετοδιὰ τί ἐλῄστευσας;’ καὶ αὐτὸς ἀπεκρίνατοδιὰ τί σὺ ἔπαρχος εἶ;’ καὶ θηρίοις μετὰ τοῦτο ὑπὸ κηρύγματος ἐδόθη, καὶ αὐτοῦ καὶ τὸ λῃστρικὸν διελύθη: οὕτω που ἐν ἐκείνῳ πᾶσα τῶν ἑξακοσίων ἰσχὺς ἦν. ”

1 *bou/llas Zon., bou/las *wC.

2 susthsa/menos Zon., sthsa/menos *wC.

3 prosdou/s Sylb., prodou/s *wC.

4 th=s patri/dos perhaps corrupt; Bs. suggests th=s po/lews.

5 loxmw/dh H. Steph., loggw/dh *wC Zon.

6 *fh/lika Leuncl., fi/lhka *wC.

7 a)dei/a| Rk., a)dei/as *wC.

8 *papiniano\s R. Steph., papiano\s *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: