previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. ὑψηλοῦ ἐθεώρει. πεσόντος δέ πῃ τοῦ ἔξωθεν περιβόλου, καὶ τῶν στρατιωτῶν πάντων προθυμουμένων ἐς τὸν λοιπὸν ἐσβιάσασθαι, ἐκώλυσεν αὐτοὺς Σεουῆρος τοῦτο 1 πρᾶξαι, τορῶς πανταχόθεν τὸ ἀνακλητικὸν σημανθῆναι κελεύσας: δόξα [2] τε γὰρ τοῦ χωρίου ὡς καὶ πάμπολλα τά τε ἄλλα χρήματα καὶ τὰ τοῦ Ἡλίου ἀναθήματα ἔχοντος μεγάλη ἦν, καὶ προσεδόκησεν ἐθελοντὶ τοὺς Ἀραβίους, ἵνα μὴ βίᾳ ἁλόντες ἀνδραποδισθῶσιν, [3] ὁμολογήσειν. μίαν γοῦν διαλιπὼν ἡμέραν, ὡς οὐδεὶς αὐτῷ ἐπεκηρυκεύσατο, προσέταξεν αὖθις τοῖς στρατιώταις τῷ τείχει, καίπερ ἀνοικοδομηθέντι νυκτός, προσβαλεῖν: καὶ αὐτῷ τῶν μὲν Εὐρωπαίων τῶν δυναμένων τι κατεργάσασθαι οὐδεὶς ἔτ᾽ ὀργῇ ὑπήκουσεν, ἕτεροι δὲ δὴ Σύροι [p. 224] ἀναγκασθέντες ἀντ᾽ αὐτῶν προσβαλεῖν κακῶς [4] ἐφθάρησαν. καὶ οὕτω θεὸς ῥυσάμενος τὴν πόλιν τοὺς μὲν στρατιώτας δυνηθέντας ἂν ἐς αὐτὴν ἐσελθεῖν διὰ τοῦ Σεουήρου ἀνεκάλεσε, καὶ τὸν Σεουῆρον αὖ βουληθέντα αὐτὴν μετὰ τοῦτο [5] λαβεῖν διὰ τῶν στρατιωτῶν ἐκώλυσεν. οὕτως γοῦν Σεουῆρος ἐπὶ τούτοις διηπορήθη ὥστε τινὸς τῶν ἀμφ᾽ αὐτὸν 2 ὑποσχομένου αὐτῷ ἐάν γε αὐτῷ δώσῃ 3 πεντακοσίους καὶ πεντήκοντα μόνους τῶν Εὐρωπαίων στρατιωτῶν, ἄνευ τοῦ τῶν ἄλλων κινδύνου τὴν πόλιν ἐξαιρήσειν, ἔφη πάντων ἀκουόντωνκαὶ πόθεν τοσούτους στρατιώτας ἔχω;’ πρὸς τὴν ἀπείθειαν τῶν στρατιωτῶν τοῦτο εἰπών.” Xiph. 309, 17-311, 5 R. St. “ ”

1 tou=to Rk., tou= *wC.

2 au)to\n H. Steph., au(to\n *wC.

3 dw/sh| R. Steph., dw/sei *wC, dw=| St.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: