previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35. ταῦτά τε δὴ καὶ ἄλλα τινὰ τοιουτότροπα προετείνοντο, οὐχ ὅτι καὶ καταπράξειν τι αὐτῶν [p. 238] ἤλπιζον ῾εὖ γάρ, εἴπερ τινὲς ἄλλοι, τὰ τῶν Ῥωμαίων φρονήματα ἠπίσταντὀ, ἀλλ᾽ ὅπως ἀποτυχόντες 1 αὐτῶν πρόφασιν ἐγκλημάτων ὡς ἀδικούμενοι λάβωσιν.” M. 53 (p. 156).[p. 240] [2] Δίωνος ζ βιβλίῳκαὶ διὰ τοῦτό σε δικαιώσω, ἵνα ὥσπερ τὸ τῆς ἀριστείας ἆθλον, οὕτω καὶ τὸ τῆς ἀνηκουστίας τίμημα ἀπολάβῃς.’” Bekk. Anecd. p. 133, 19.[4] ἦν μὲν δὴ παντὶ καταφανὲς ὅτι περισκοπήσαντες τὴν ἔκβασιν τῆς μάχης 2 πρὸς τὸ κρατοῦν ἔστησαν: οὐ μὴν ἐξήλεγξεν αὐτοὺς Τορκουᾶτος, μή τι οἰδούντων 3 σφίσιν ἔτι τῶν πρὸς τοὺς Λατίνους πραγμάτων νεωτερίσωσιν: οὐ γάρ τοι τὰ πάντα τραχύς, οὐδ᾽ οἷος ἐς τὸν υἱὸν ἐγένετο καὶ ἐς τἆλλα ἦν, ἀλλὰ καὶ εὔβουλος καὶ εὐπόλεμος ὡμολόγητο 4 εἶναι, ὥστε καὶ πρὸς τῶν πολιτῶν καὶ πρὸς τῶν ἐναντίων ὁμοίως λέγεσθαι ὅτι τό τε κράτος τοῦ πολέμου ὑποχείριον ἔσχε, καὶ εἰ καὶ τῶν Λατίνων ἡγεῖτο, πάντως ἂν αὐτοὺς νικῆσαι ἐποίησεν.” M. 54 (p. 157) (h)=n ... e)s ta)=lla h)=n' and V. 18 (p. 585) (o(/ti Τορκουᾶτος οὐ τὰ πάντα τραχύς ... ἐποίησεν᾽. [p. 242] [9] ὅτι οἱ Ῥωμαῖοι καίπερ ἀχθόμενοι τῷ Τορκουάτῳ διά τε τὸν υἱὸν αὐτοῦ οὕτως ὥστε καὶ τὰ χαλεπώτατα τῶν ἔργων μαλλιανὰ ἀπ᾽ αὐτοῦ ὀνομάσαι, καὶ διότι καὶ τὰ ἐπινίκια τεθνηκότος μὲν ἐκείνου τεθνηκότος δὲ καὶ τοῦ συνάρχοντος ἑώρτασεν, ὅμως ἐπείξαντός ποτε ἑτέρου σφᾶς πολέμου καὶ αὖθις αὐτὸν ἐς τετάρτην ὑπατείαν προεχειρίσαντο. οὐ μέντοι καὶ ἐκεῖνος ἄρξαι ἔτ᾽ αὐτῶν ἠθέλησεν, ἀλλ᾽ ἐξωμόσατο εἰπὼν ὅτι οὔτ᾽ ἂν ἐγὼ ὑμῶν ἀνασχοίμην οὔθ᾽ ὑμεῖς ἐμοῦ.” M. 55 (p. 157).[p. 244] [7] ὅτι φησὶν Δίωνθαυμάζω μὲν γὰρ εἰ 5 θάνατος τοῦ Δεκίου τὴν μάχην ἀνώρθωσε καὶ τοὺς μὲν νικῶντας ἥττησε, τοῖς δὲ δὴ κρατουμένοις νίκην ἔδωκεν, οὐ μὴν καὶ συμβαλεῖν ἔχω δι᾽ τοῦτ᾽ ἐγένετο. ὅταν μὲν γὰρ τὰ πραχθέντα τισὶν ἐπιλέξωμαι ῾πολλὰ γὰρ ἤδη πολλοῖς τοιαῦτα συνενεχθέντα ἴσμεν᾽, οὐ δύναμαι τοῖς λεγομένοις [8] ἀπιστῆσαι: ὅταν δὲ δὴ τὰς αἰτίας αὐτῶν ἐκλογίσωμαι, καὶ πάνυ ἐς ἀπορίαν καθίσταμαι: πῶς γὰρ ἂν 6 καὶ πιστεύσειέ τις ἐκ τοιαύτης ἑνὸς ἀνδρὸς ἐπιδόσεως τοσοῦτο πλῆθος ἀνθρώπων ἔς τε τὴν σωτηρίαν ὁμοίως καὶ ἐς τὴν ἐπικράτησιν μεταβαλέσθαι; καὶ ταῦτα μὲν ὅπῃ ποτὲ καὶ δι᾽ ἃς αἰτίας οὕτως ἔχει ζητεῖν ἄλλοις μελήσει.’” M. 56 (p. 157).[p. 246] [10] ὅτι ἀνθυπαγόμενοι τοὺς Λατίνους ἐς εὔνοιαν οἱ Ῥωμαῖοι τὴν πολιτείαν αὐτοῖς ἔδωκαν, ὥστε καὶ τῶν ὁμοίων σφίσι μεταλαμβάνειν: ὧν γὰρ ἀπειλοῦσι τὸν πόλεμον οὐ μετέδοσαν καὶ δι᾽ τοσούτους κινδύνους ὑπέστησαν, ταῦτα τότε κρατήσαντες αὐτῶν αὐτεπάγγελτοι τούτοις ἐψηφίσαντο, τοὺς μὲν τῆς συμμαχίας, τοὺς δὲ ὅτι μηδὲν ἐνεόχμωσαν ἀμειβόμενοι.” M. 57 (p. 158).[11] ὅτι διαγνώμην πρὸς Πριουερνάτας 7 ἐποιήσαντο οἱ Ῥωμαῖοι, ἐρωτήσαντες τί παθεῖν τοιαῦτα δρῶντες ἄξιοι εἶεν: οἳ ἀπεκρίναντο θαρσούντως ὅτι ὅσα χρὴ τοὺς ἐλευθέρους ὄντας τε καὶ ἐπιθυμοῦντας εἶναι. πυθομένου τε αὖθις τοῦ ὑπάτουκαὶ τί ποιήσετε ἂν τῆς εἰρήνης τύχητε;’ ἔφασαν ὅτι, ἂν μὲν ἐπὶ μετρίοις τισὶν αὐτὴν λάβωμεν, ἡσυχάσομεν, ἂν δὲ ἀφόρητόν τι προσταχθῶμεν, πολεμήσομεν. θαυμάσαντες δὲ τὴν προθυμίαν οὐχ ὅπως τὰς σπονδὰς πολὺ βελτίους σφίσι παρὰ τοὺς ἄλλους ἔδοσαν ...” M. 58 (p. 158).[p. 248]

1 a)potuxo/ntes Mai, e)pituxo/ntes Ms.

2 ma/xhs Bs., tu/xhs (?) Ms.

3 oi)dou/ntwn Bk., dou/ntwn Ms.

4 w(molo/ghto Val., w(mologei=to Ms.

5 qauma/zw me\n ga\r ei) Dind., qauma/zomen ei) ga\r Ms.

6 a)\n supplied by Bk.

7 *priouerna/tas Bk., pribenna/tas (?) Ms., *priberna/tas Mai.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: