previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. ἡττᾶσθαι, τέλος ἀπηρυθρίασε, καὶ πάντα τὰ παραγγέλματα αὐτῶν συγχέας καὶ καταπατήσας πρὸς τὸν Γάιον ἔτεινεν. ὡς δ᾽ ἅπαξ ζηλῶσαι αὐτὸν ἐπεθύμησε, καὶ ὑπερεβάλετο, νομίζων τῆς αὐτοκρατορικῆς 1 καὶ τοῦτ᾽ ἰσχύος ἔργον εἶναι, τὸ μηδὲ ἐν τοῖς κακίστοις μηδενὸς ὑστερίζειν. [2] ἐπαινούμενος δὲ ἐπὶ τούτοις ὑπὸ τοῦ ὁμίλου, καὶ πολλὰ ὑπ᾽ αὐτοῦ καὶ ἡδέα ἀκούων, οὐδ᾽ ἑαυτοῦ ἐφείσατο, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ παρὰ τοῖς συνοῦσίν οἱ ἐχειρούργησεν αὐτά, ἔπειτα καὶ ἐδημοσίευσεν, ὥστε πολλὴν μὲν αἰσχύνην παντὶ τῷ Ῥωμαίων γένει προσθεῖναι, πολλὰ δὲ καὶ [3] δεινὰ αὐτοὺς ἐργάσασθαι. καὶ γὰρ βίαι καὶ ὕβρεις ἁρπαγαί τε καὶ φόνοι καὶ ὑπ᾽ αὐτοῦ ἐκείνου καὶ ὑπὸ τῶν ἀεί τι παρ᾽ αὐτῷ δυναμένων ἀμύθητοι ἐγίγνοντο. καὶ δὴ πάντως ἐξ ἀνάγκης πᾶσι τοῖς τοιούτοις ἕπεται, πολλὰ μέν, ὡς εἰκός, χρήματα ἀνηλίσκετο, πολλὰ δὲ ἀδίκως ἐπορίζετο, πολλὰ δὲ βιαίως ἡρπάζετο. 2 ἦν μὲν [4] γὰρ οὐδ᾽ ἄλλως 3 μικρόφρων: τεκμήριον δέ, Δορυφόρῳ τῷ τὰ τῆς ἀρχῆς αὐτοῦ βιβλία διέποντι πεντήκοντα ἅμα καὶ διακοσίας μυριάδας δοθῆναι κελεύσας, εἶτ᾽ ἐπειδὴ Ἀγριππῖνα ἐσώρευσεν αὐτὰς ἵνα ἀθρόον τὸ ἀργύριον ἰδὼν μεταβάληται, ἤρετο πόσον εἴη τὸ κείμενον, [p. 44] καὶ μαθὼν ἐδιπλασίασεν αὐτό, εἰπὼν ὅτι [5]ἠγνόησα ὀλίγον οὕτω κεχαρισμένος.’ πολλῷ δὲ δῆλον 4 καὶ ἐκ τοῦ πλήθους τῶν δαπανωμένων ταχὺ μὲν 5 τοὺς ἐν τῷ βασιλικῷ θησαυροὺς ἐξήντλησε, ταχὺ δὲ πόρων καινῶν ἐδεήθη, καὶ τέλη τε οὐκ εἰθισμένα ἐξελέγετο καὶ αἱ οὐσίαι τῶν ἐχόντων τι ἐπολυπραγμονοῦντο, καὶ οἱ μὲν ἐκείνας ἐξ ἐπηρείας ἀπέβαλλον, οἱ δὲ καὶ αὐτοὶ [6] προσαπώλλυντο. καὶ οὕτω καὶ ἄλλους, εἰ καὶ μηδὲν μέγα ἐκέκτηντο, ἀλλ᾽ ἀρετήν γέ τινα καὶ γένος εἶχον, ὑποπτεύων ἄχθεσθαί οἱ καὶ ἐμίσει καὶ διέφθειρε.” Xiph. 148, 18-149, 30 R. St., Exc. UG 37, p. 390 (p. 21, 13-22, 11), Exc. Val. 233, p. 678-682 (p. 21, 15-24, 16), Exc. Val. 234, p. 682 (p. 24, 17-25, 6). “ ”

1 au)tokratorikh=s *wC, au)tokra/toros cod. Peir.

2 polla\ me\n w(s ei)ko\s — h(rpa/zeto Xiph., xrh/mata polla\ me\n a)di/kws e)pori/zeto, polla\ de\ biai/ws h(rpa/zeto cod. Peir.

3 a)/llws cod. Peir., o(/lws *wC.

4 pollw=| de\ dh=lon *wC (corrupt'.

5 taxu\ me\n cod. Peir. Zon., tou\s me\n *w, ... xo( me\n C.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: