previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. Τιβέριος μὲν ταῦτα ἀνέγνω, μετὰ δὲ τοῦτο τήν τε κλίνην οἱ αὐτοὶ οἵπερ καὶ πρότερον ἀράμενοι διὰ τῶν ἐπινικίων πυλῶν κατὰ τὰ τῇ βουλῇ δόξαντα διεκόμισαν, παρῆν δὲ καὶ συνεξέφερεν [p. 98] αὐτὸν τε γερουσία καὶ ἱππάς, αἵ τε γυναῖκες αὐτῶν καὶ τὸ δορυφορικόν, οἵ τε λοιποὶ πάντες [2] ὡς εἰπεῖν οἱ ἐν τῇ πόλει τότε ὄντες. ἐπεὶ δὲ ἐς τὴν πυρὰν τὴν ἐν τῷ Ἀρείῳ πεδίῳ ἐνετέθη, πρῶτοι 1 μὲν οἱ ἱερῆς πάντες περιῆλθον αὐτήν, ἔπειτα δὲ οἵ τε ἱππῆς, οἵ τε ἐκ τοῦ τέλους καὶ οἱ ἄλλοι, καὶ τὸ ὁπλιτικὸν τὸ φρουρικὸν περιέδραμον, πάντα τὰ νικητήρια, ὅσα τινὲς αὐτῶν ἐπ᾽ ἀριστείᾳ ποτὲ παρ᾽ αὐτοῦ εἰλήφεσαν, ἐπιβάλλοντες [3] αὐτῇ. 2 κἀκ τούτου δᾷδας ἑκατόνταρχοι, ὥς που τῇ βουλῇ ἐδόκει, 3 λαβόντες ὑφῆψαν αὐτήν: καὶ μὲν ἀνηλίσκετο, ἀετὸς δέ τις ἐξ αὐτῆς ἀφεθεὶς ἀνίπτατο ὡς καὶ δὴ τὴν ψυχὴν αὐτοῦ ἐς τὸν οὐρανὸν ἀναφέρων. πραχθέντων [4] δὲ τούτων οἱ μὲν ἄλλοι ἀπηλλάγησαν, δὲ δὴ Λιουία κατὰ χώραν πέντε ἡμέραις 4 μετὰ τῶν πρώτων ἱππέων μείνασα τά τε ὀστᾶ αὐτοῦ συνελέξατο καὶ ἐς τὸ μνημεῖον κατέθετο. ”

1 prw=toi M, prw=ton Xiph.

2 au)th=| Oddey, au)tw=| M Xiph.

3 e)do/kei Xyl., e)dedo/kei M.

4 h(me/rais M, h(me/ras Xiph.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: