previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. τοῦ Δρούσου θάνατον, ὥσπερ εἶπον, ἐσελθεῖν, τῷ δὲ ἑξῆς ἔτει, ἐν Ἀσίνιός τε Γάλλος καὶ Γάιος Μάρκιος ὑπάτευσαν, τήν τε ἄφιξιν ἐποιήσατο καὶ τὴν δάφνην ἐς τοῦ Διὸς τοῦ Φερετρίου παρὰ τὸ [2] νομιζόμενον ἐσήνεγκε. καὶ αὐτὸς μὲν οὐδεμίαν ἐπὶ τούτοις ἑορτὴν ἤγαγε, πολὺ πλεῖον ἐν τῷ τοῦ Δρούσου ὀλέθρῳ ἐζημιῶσθαι ἐν ταῖς νίκαις ὠφελῆσθαι νομίζων: οἱ δὲ δὴ ὕπατοι τά τε ἄλλα ὅσα ἐπὶ τοῖς τοιούτοις γίγνεται ἐποίησαν, καὶ ἐκ [3] τῶν αἰχμαλώτων τινὰς ἀλλήλοις συνέβαλον. καὶ μετὰ τοῦθ᾽ Αὔγουστος, αἰτιαθέντων καὶ ἐκείνων καὶ τῶν ἄλλων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τινος ἀποδεδειγμένων, τοῦτο μὲν οὔτε ἐξήλεγξεν οὔτ᾽ ἀρχὴν προσεποιήσατο εἰδέναι: οὔτε γὰρ κολάσαι τινὰς οὔτ᾽ αὖ συγγνῶναι ἐλεγχθεῖσιν ἠθέλησε: τοὺς δὲ δὴ σπουδαρχιῶντας χρήματα πρὸ τῶν ἀρχαιρεσιῶν ὥσπερ τι ἐνέχυρον προῄτησεν, ἐπὶ τῷ μηδὲν τοιοῦτο αὐτοὺς ποιῆσαι στερηθῆναι [p. 392] [4] τῶν δεδομένων. καὶ τοῦτο μὲν πάντες ἐπῄνεσαν: ὅτι δ᾽ οὐκ ἐξὸν ὂν δοῦλον κατὰ δεσπότου βασανισθῆναι ἐκέλευσεν, ὁσάκις ἂν χρεία τοιούτου τινὸς γένηται, τῷ δημοσίῳ αὐτὸν καὶ ἑαυτῷ πιπράσκεσθαι, ὅπως ὡς ἀλλότριος τοῦ κρινομένου ὢν ἐξετάζηται, οἱ μὲν ᾐτιῶντο, ὅτι νόμος τῇ τοῦ δεσπότου μεταλλαγῇ καταλύεσθαι ἔμελλεν, οἱ δ᾽ ἀναγκαῖον αὐτὸ ἔφασκον εἶναι, ὅτι πολλοὶ διὰ τοῦτο καὶ ἐπ᾽ αὐτῷ ἐκείνῳ καὶ ἐπὶ ταῖς ἀρχαῖς συνίσταντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: