previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35. ἐν δ᾽ οὖν ἐκεῖνα ἐγίγνετο, Αὔγουστος ἀπογραφάς τε ἐποιήσατο, πάντα τὰ ὑπάρχοντά οἱ καθάπερ τις ἰδιώτης ἀπογραψάμενος, καὶ τὴν βουλὴν κατελέξατο. ὁρῶν δὲ ὅτι οὐκ ἀεὶ συχνοὶ συνελέγοντο, ἐκέλευσε τὰ δόγματα αὐτῆς καὶ ἐν ἐλάττοσιν τετρακοσίοις γίγνεσθαι: οὐ γὰρ ἐξῆν [2] τινα ἐκ τοῦ πρὶν ἄλλως κυροῦσθαι. ἐπειδή τε ἀργύριον αὖθις ἐς εἰκόνας αὐτοῦ 1 καὶ ἐκείνη καὶ δῆμος συνεσήνεγκαν, ἑαυτοῦ μὲν οὐδεμίαν, Ὑγιείας δὲ δημοσίας καὶ προσέτι καὶ Ὁμονοίας Εἰρήνης τε ἔστησεν. ἀεί τε γὰρ ὡς εἰπεῖν καὶ ἐπὶ πάσῃ προφάσει τοῦτ᾽ ἐποίουν, καὶ τέλος καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ οὐκέτι ἰδίᾳ που κατέβαλλον αὐτό, ἀλλ᾽ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν [3] πλεῖον ἔλαττον ἐδίδοσαν. καὶ ὃς προσθεὶς ἂν ἕτερον τοσοῦτον καὶ πλέον ἀντεδίδου, οὐχ ὅπως τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις. ἤδη δὲ καὶ ἐκεῖνο ἤκουσα, ὅτι καὶ ἄλλο τι ἀργύριον ἐκ λογίου τινὸς καὶ ὀνείρατος παρὰ τῶν προστυχόντων οἱ, ὡς καὶ προσαιτῶν, ἐν μιᾷ τοῦ ἔτους ἡμέρᾳ ἐλάμβανε. [4] καὶ τοῦτο μέν, εἴ γέ τῳ πιστόν, οὕτω παραδέδοται: ἐν δὲ τῷ ἔτει ἐκείνῳ τήν τε Ἰουλίαν τῷ Τιβερίῳ συνῴκισε, καὶ τὴν Ὀκταουίαν τὴν ἀδελφὴν ἀποθανοῦσαν προέθετο ἐπὶ τοῦ Ἰουλιείου 2 ἡρῴου, παραπετάσματι καὶ τότε ἐπὶ τοῦ νεκροῦ [5] χρησάμενος. καὶ αὐτός τε ἐκεῖ τὸν ἐπιτάφιον εἶπε, καὶ Δροῦσος ἐπὶ τοῦ βήματος: δημόσιον γὰρ τὸ πένθος ἀλλαξαμένων τὴν ἐσθῆτα τῶν βουλευτῶν ἐγένετο. καὶ τὸ μὲν σῶμα αὐτῆς οἱ [p. 374] γαμβροὶ ἐξήνεγκαν, τὰ δὲ δὴ ψηφισθέντα αὐτῇ οὐ πάντα Αὔγουστος ἐδέξατο.

1 au)tou= Zon., e(autou= *wM.

2 *)iouliei/ou Dind., i)ouni/ou *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: