previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. κἀν τῷ αὐτῷ τούτῳ ἔτει Οὐήδιος Πωλίων ἀπέθανεν, ἀνὴρ ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον παρασχόμενος ῾καὶ γὰρ ἐξ ἀπελευθέρων 1 ἐγεγόνει καὶ ἐν τοῖς ἱππεῦσιν ἐξητάζετο καὶ λαμπρὸν οὐδὲν εἰργάσατὀ, ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇ τε ὠμότητι ὀνομαστότατος γενόμενος, ὥστε καὶ ἐς ἱστορίας [2] λόγον ἐσελθεῖν. οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα ἔπραττε, δι᾽ ὄχλου ἂν λεγόμενα γένοιτο, μυραίνας [p. 340] δὲ δεδιδαγμένας ἀνθρώπους ἐσθίειν ἐν δεξαμεναῖς τρέφων τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε. 2 καί ποτε τὸν Αὔγουστον ἑστιῶν, εἶτ᾽ ἐπειδὴ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν, ἐς τὰς μυραίνας αὐτόν, μηδὲ τὸν δαιτυμόνα αἰδεσθείς, [3] ἐμβληθῆναι προσέταξεν. οὖν Αὔγουστος, προσπεσόντος οἱ τοῦ παιδὸς καὶ ἱκετεύσαντος αὐτόν, τὰ μὲν πρῶτα πείθειν τὸν Πωλίωνα ἐπειρᾶτο μηδὲν τοιοῦτον δρᾶσαι, ὡς δ᾽ οὐχ ὑπήκουσεν αὐτῷ, ‘φέρε,’ ἔφη, ‘πάντα τἆλλα ἐκπώματα, ὅσα 3 ποτὲ τοιουτότροπα καὶ ἕτερά τινα [4] ἔντιμα κέκτησαι, ἵνα αὐτοῖς χρήσωμαι.’ καὶ αὐτὰ κομισθέντα συντριβῆναι ἐκέλευσεν. ἰδὼν δὲ τοῦτ᾽ ἐκεῖνος ἄλλως μὲν ἤσχαλλεν, οὔτε δὲ τοῦ ἑνὸς ἔτι ποτηρίου πρὸς τὸ πλῆθος τῶν ἄλλων τῶν ἀπολωλότων ὀργὴν ἔχων, οὔτ᾽ αὖ τὸν διάκονον ὧν γε καὶ Αὔγουστος ἐπεποιήκει τιμωρήσασθαι [5] δυνάμενος, ἡσυχίαν καὶ ἄκων ἤγαγε. τοιοῦτος οὖν δή τις Πωλίων ὢν ἐτελεύτησεν ἄλλοις τε πολλοῖς πολλὰ καὶ τῷ Αὐγούστῳ τοῦ τε κλήρου συχνὸν μέρος καὶ τὸν 4 παυσίλυπον, τὸ χωρίον τὸ μεταξὺ τῆς τε Νέας πόλεως καὶ τῶν Πουτεόλων ὄν, καταλιπών, τῷ τε δήμῳ περικαλλὲς ἔργον [6] οἰκοδομηθῆναι κελεύσας. οὖν Αὔγουστος τὴν οἰκίαν αὐτοῦ ἐς ἔδαφος προφάσει τῆς ἐκείνου κατασκευῆς, ὅπως μηδὲν μνημόσυνον ἐν τῇ πόλει ἔχῃ, καταβαλὼν περίστῳον ᾠκοδομήσατο, καὶ οὐ [p. 342] τὸ ὄνομα τὸ τοῦ Πωλίωνος ἀλλὰ τὸ τῆς Λιουίας ἐπέγραψεν. [7] Τσῦτο μὲν οὖν ὕστερον ἐποίησε, τότε δὲ πόλεις ἔν τε τῇ Γαλατίᾳ καὶ ἐν τῇ Ἰβηρίᾳ συχνὰς ἀπῴκισε, καὶ Κυζικηνοῖς τὴν ἐλευθερίαν ἀπέδωκε, Παφίοις τε σεισμῷ πονήσασι καὶ χρήματα ἐχαρίσατο καὶ τὴν πόλιν Αὔγουσταν καλεῖν κατὰ [8] δόγμα ἐπέτρεψε. ταῦτα δὲ ἔγραψα οὐχ ὅτι οὐ 5 καὶ ἄλλαις πόλεσι πολλαῖς καὶ πρότερον καὶ μετὰ τοῦτο καὶ αὐτὸς Αὔγουστος ἐφ᾽ ὁμοίαις συμφοραῖς καὶ οἱ βουλευταὶ ἐπεκούρησαν, ὧν εἴ τις ἁπάντων μνημονεύοι, ἀπέραντον ἂν τὸ ἔργον τῆς συγγραφῆς γένοιτο: ἀλλ᾽ ὅτι καὶ τὰς ἐπωνυμίας ταῖς πόλεσιν γερουσία ἐν μέρει τιμῆς ἔνεμε, καὶ οὐχ ὥσπερ νῦν αὐτοὶ ἑαυτοῖς ἕκαστοι καταλόγους ὀνομάτων οὓς ἂν ἐθελήσωσιν ὡς πλήθει ποιοῦνται.

1 a)peleuqe/rwn *wM cod. Peir., a)peleuqe/rou Xiph.

2 pare/balle cod. Peir. Xiph. Zon., pare/bale *wM.

3 o(/sa — tw=| koinw=| (chap. 24, 7) omitted by *w, shose archetype L had lost one folio at this point.

4 to\n M Xiph., to\ Xyl.

5 ou) supplied by Bs. (mh\ by Xyl.).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: