previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. περὶ μὲν οὖν τὰ τοῦ δήμου ἔθνη ταῦθ᾽ οὕτω γίγνεται: πέμπονται δὲ καὶ ἐς τὰ ἕτερα, τὰ τοῦ τε αὐτοκράτορος ὀνομαζόμενα καὶ πολιτικὰ στρατόπεδα πλείω ἑνὸς ἔχοντα, οἱ ὑπάρξοντές σφων, ὑπ᾽ αὐτοῦ ἐκείνου τὸ μὲν πλεῖστον ἐκ τῶν ἐστρατηγηκότων ἤδη δὲ καὶ ἐκ τῶν τεταμιευκότων καὶ ἄλλην τινὰ ἀρχὴν τῶν διὰ μέσου ἀρξάντων αἱρούμενοι. [p. 230] [2] τῶν μὲν δὴ οὖν βουλευόντων ταῦτα ἔχεται, ἐκ δὲ δὴ τῶν ἱππέων τούς τε χιλιάρχους, καὶ τοὺς βουλεύσοντας 1 καὶ τοὺς λοιπούς, ὧν περὶ τῆς διαφορᾶς ἄων μοι τοῦ λόγου προείρηται, αὐτὸς αὐτοκράτωρ τοὺς μὲν ἐς τὰ πολιτικὰ τείχη μόνα τοὺς δὲ καὶ ἐς τὰ ξενικὰ ἀποστέλλει, ὥσπερ τότε [3] πρὸς τοῦ 2 Καίσαρος ἐνομίσθη: καὶ τοὺς ἐπιτρόπους ῾οὕτω γὰρ τοὺς τάς τε κοινὰς προσόδους ἐκλέγοντας καὶ τὰ προστεταγμένα σφίσιν ἀναλίσκοντας ὀνομάζομεν᾽ ἐς πάντα ὁμοίως τὰ ἔθνη, τά τε ἑαυτοῦ δὴ καὶ τὰ τοῦ δήμου, τοὺς μὲν ἐκ τῶν ἱππέων τοὺς δὲ καὶ ἐκ τῶν ἀπελευθέρων πέμπει, πλὴν καθ᾽ ὅσον τοὺς φόρους οἱ ἀνθύπατοι παρ᾽ [4] ὧν ἄρχουσιν ἐσπράσσουσιν. ἐντολάς τέ τινας καὶ τοῖς ἐπιτρόποις καὶ τοῖς ἀνθυπάτοις τοῖς τε ἀντιστρατήγοις δίδωσιν, ὅπως ἐπὶ ῥητοῖς ἐξίωσιν. καὶ γὰρ τοῦτο καὶ τὸ 3 μισθοφορὰν καὶ ἐκείνοις [5] καὶ τοῖς ἄλλοις δίδοσθαι τότε ἐνομίσθη. τὸ μὲν γὰρ πάλαι ἐργολαβοῦντές τινες παρὰ τοῦ δημοσίου πάντα σφίσι τὰ πρὸς τὴν ἀρχὴν φέροντα παρεῖχον: ἐπὶ δὲ δὴ τοῦ Καίσαρος πρῶτον αὐτοὶ ἐκεῖνοι τακτόν τι λαμβάνειν ἤρξαντο. καὶ τοῦτο 4 μὲν οὐκ ἐκ τοῦ ἴσου πᾶσί σφισιν, ἀλλ᾽ ὥς που καὶ χρεία ἀπῄτει, ἐτάχθη: καὶ τοῖς γε ἐπιτρόποις καὶ αὐτὸ τὸ τοῦ 5 ἀξιώματος ὄνομα ἀπὸ τοῦ ἀριθμοῦ τῶν διδομένων αὐτοῖς χρημάτων προσγίγνεται. [p. 232] [6] ἐκεῖνα δὲ ἐπὶ πᾶσιν ὁμοίως ἐνομοθετήθη, μήτε καταλόγους σφᾶς ποιεῖσθαι, μήτ᾽ ἀργύριον ἔξω τοῦ τεταγμένου ἐσπράσσειν, εἰ μὴ ἤτοι βουλὴ ψηφίσαιτο 6 αὐτοκράτωρ κελεύσειεν: ὅταν τέ τῳ διάδοχος ἔλθῃ, ἔκ τε τοῦ ἔθνονς αὐτίκα αὐτὸν ἐξορμᾶσθαι καὶ ἐν τῇ ἀνακομιδῇ μὴ ἐγχρονίζειν, ἀλλ᾽ ἐντὸς τριῶν μηνῶν ἐπανιέναι.

1 bouleu/sontas Dind., bouleu/santas *wM.

2 tou= Bs., au)tou= tou= *wM.

3 to\ Bk., th\n *wM.

4 tou=to R. Steph., tou= *wM.

5 to\ tou= Bk., tou=to *wM.

6 o( supplied by R. Steph.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: