previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24. διέπειν φημὶ χρῆναι, τῶν δὲ δὴ ἱππέων δύο τοὺς ἀρίστους τῆς περὶ σὲ φρουρᾶς ἄρχειν: τό τε γὰρ ἑνὶ ἀνδρὶ αὐτὴν ἐπιτρέπεσθαι σφαλερὸν καὶ τὸ [2] πλείοσι ταραχῶδές ἐστι. δύο τε οὖν ἔστωσαν οἱ ἔπαρχοι οὗτοι, ἵν᾽ ἂν καὶ ἕτερος αὐτῶν ἐπαίσθηταί τι τῷ σώματι, μήτι 1 γε καὶ ἐνδεὴς τοῦ φυλάξοντός σε εἴης: καὶ καθιστάσθωσαν ἐκ τῶν πολλάκις τε ἐστρατευμένων καὶ πολλὰ καὶ ἄλλα [3] διῳκηκότων. ἀρχέτωσαν δὲ δὴ 2 τῶν τε δορυφόρων καὶ τῶν λοιπῶν στρατιωτῶν τῶν ἐν τῇ Ἰταλίᾳ πάντων, ὥστε καὶ θανατοῦν τοὺς ἀδικοῦντας αὐτῶν πλὴν τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν τοῖς ἐκ τοῦ βουλευτικοῦ ἄρχουσι προστεταγμένων. [4] τούτους μὲν γὰρ αὐτοὶ ἐκεῖνοι δικαιούτωσαν, [p. 136] ἵνα ἀπροφασίστως σφίσι χρῆσθαι, ἅτε καὶ κολάσαι καὶ τιμῆσαί σφας ἐξουσίαν ἔχοντες, δύνωνται: τῶν δ᾽ ἄλλων τῶν ἐν τῇ Ἰταλίᾳ στρατιωτῶν οἱ ἔπαρχοι ἐκεῖνοι προστατείτωσαν, ὑπάρχους ἔχοντες, καὶ προσέτι καὶ τῶν Καισαρείων 3 τῶν τε ἐν τῇ θεραπείᾳ σου ὄντων καὶ τῶν ἄλλων [5] τῶν λόγου τινὸς ἀξίων. ταῦτα γὰρ καὶ προσήκοντα καὶ αὐτάρκη αὐτοῖς διάγειν ἔσται, 4 ἵνα μὴ καὶ πλείω πράγματα ὧν καλῶς φέρειν δυνήσονται ἐπιταχθέντες ἄσχολοι πρὸς τὰ ἀναγκαῖα καὶ ἀδύνατοι πάντων αὐτῶν προΐστασθαι γένωνται. [6] καὶ οὗτοι μὲν διὰ βίου, ὥσπερ που καὶ πολίαρχος θ᾽ ὑποτιμητής, τὴν ἀρχὴν ἐχέτωσαν: νυκτοφύλαξ δὲ ἕτερος, καὶ ἐπὶ τοῦ σίτου τῆς τε ἀγορᾶς τῆς λοιπῆς ἕτερος ἔκ τε τῶν ἱππέων τῶν πρώτων μετ᾽ ἐκείνους καὶ ἐς τακτὸν χρόνον ἀποδεικνύσθωσαν, καθάπερ οἱ ἐκ τοῦ βουλευτικοῦ

1 mh/ti Dind., mh/toi *wM.

2 dh\ M, om. V.

3 *kaisarei/wn H. Steph., kaisari/wn *wM.

4 dia/gein e)/stai Bs., diagi/nesqai *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: