previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23.

λαμβανέτωσαν δὲ μισθὸν πάντες οὗτοι οἱ τὰς ἔξω τῆς πόλεως ἀρχὰς ἐπιτρεπόμενοι, πλείω μὲν οἱ μείζους, ἐλάττω δὲ οἱ καταδεέστεροι, μέσον δὲ οἱ μέσοι: οὔτε γὰρ ἀπὸ τῶν οἰκείων οἷόν τέ ἐστιν αὐτοὺς ἐν τῇ ἀλλοτρίᾳ ἀποζῆν, οὔτ᾽ ἀορίστῳ καὶ [2] ἀσταθμήτῳ ἀναλώματι ὥσπερ νῦν χρῆσθαι. καὶ ἀρχέτωσαν μήτε ἔλαττον ἐτῶν τριῶν, εἰ μή τις ἀδικήσειέ τι, μήτε πλεῖον πέντε, τὸ μὲν ὅτι αἱ [p. 134] ἐνιαύσιοι καὶ ὀλιγοχρόνιοι ἀρχαὶ διδάξασαί τινας τὰ ἀναγκαῖα ἀποπέμπουσι πρίν τι αὐτῶν ἀποδειχθῆναι, τὸ δὲ ὅτι αἱ μακρότεραι καὶ πολυχρονιώτεραι ἐπαίρουσί πως πολλοὺς καὶ ἐς νεωτεροποιίαν [3] ἐξάγουσι. διόπερ οὐδὲ ἐπαλλήλας τὰς μείζους ἡγεμονίας οἶμαί τισι προσήκειν 1 δίδοσθαι. οὔτε γὰρ διαφέρει τι ἄν τε ἐν τῷ αὐτῷ ἔθνει ἄν τε καὶ ἐν πλείοσιν ἐφεξῆς ἐπὶ μακρότερον τοῦ δέοντος ἄρχῶσι: καὶ ἀμείνονες γίγνονται, ἐπειδὰν διαλίπωσί 2 τέ τινα χρόνον καὶ οἴκαδε ἐπανέλθωσι καὶ ἰδιωτεύσωσι.

τοὺς μὲν δὴ οὖν βουλευτὰς 3 ταῦτά τε καὶ οὕτω

1 prosh/kein Bk., prosh=kon *wM.

2 diali/pwsi/ Bk., dialei/pwsi/ *wM.

3 ou)n bouleuta\s Bs., sumbouleuta\s *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: