previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. καὶ μὲν τὸν Ἀγρίππαν σπουδῇ πρὸς τὴν ἐπικουρίαν αὐτῶν μετεπέμπετο, ἐκεῖνοι δὲ ἐπολιορκοῦντο. καὶ ἐπειδὴ τά τε ἐπιτήδεια ἐπιλείπειν σφᾶς ἤρχετο καὶ βοήθεια οὐδεμία πω ἐφαίνετο, φοβηθεὶς Κορνουφίκιος ῾οὗτος γὰρ αὐτῶν ἦρχἐ μὴ καὶ ὑπὸ λιμοῦ τῷ χρόνῳ κατὰ χώραν [2] μένων ἐκπολιορκηθῇ, καὶ νομίσας διατρίβοντι μέν οἱ αὐτοῦ ταύτῃ μηδένα τῶν πολεμίων ἐς χεῖρας, ἅτε καὶ κρείττονι τοῖς ὁπλίταις ὄντι, ἥξειν, ἂν δέ πῃ προχωρῇ, δυοῖν θάτερον, προσμίξαντάς σφισιν αὐτοὺς κρατήσειν, μὴ βουληθέντων αὐτῶν τοῦτο ποιῆσαι πρός τε τὸ ἀσφαλὲς ἀποχωρήσειν καὶ τῶν ἐπιτηδείων εὐπορήσειν καί τινα καὶ ὠφελίαν παρὰ τοῦ Καίσαρος καὶ τοῦ [3] Ἀγρίππου σχήσειν, τά τε σκάφη ὅσα ἔκ τε τῆς ναυμαχίας ὑπελέλειπτο καὶ πρὸς τὸ τάφρευμα ἐξεπεπτώκει κατέκαυσε, καὶ αὐτὸς ἄρας ὡς πρὸς τὰς Μύλας ἐπορεύετο. καὶ αὐτῷ προσβαλόντες καὶ ἱππῆς καὶ ψιλοὶ πόρρωθεν ῾οὐ γὰρ δὴ καὶ ὁμόσε χωρῆσαι ἐτόλμων᾽ ἄποροι δεινῶς [4] ἐγίγνοντο. αὐτοὶ μὲν γὰρ καὶ ἐπῄεσαν ὁπότε καιρὸς εἴη, καὶ ἀνέστρεφον διὰ βραχέος: οἱ δέ, ὥς γε ὁπλῖται, οὔτ᾽ ἄλλως ἐπιδιώκειν σφᾶς ὑπὸ τοῦ βάρους ἐδύναντο, καὶ τοὺς ἀόπλους τοὺς ἐκ τοῦ ναυτικοῦ σωθέντας περιέστελλον. κἀκ τούτου [p. 352] ἔπασχον μὲν πολλὰ καὶ δεινά, ἀντέδρων δὲ οὐδέν: εἰ γάρ που καὶ ἐπᾴξειάν 1 τισιν, ἔτρεπον μὲν αὐτούς, πέρα δ᾽ οὐ δυνάμενοι διώκειν χαλεπωτέρους σφᾶς ἐν τῇ ἀναστροφῇ, ἅτε καὶ μονούμενοι [5] ταῖς ἐκδρομαῖς, εἶχον. ἔν τε οὖν τῇ ἄλλῃ πορείᾳ καὶ ἐν ταῖς διαβάσεσι τῶν ποταμῶν μάλιστα ἰσχυρῶς ἐταλαιπώρουν: περιστοιχιζόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι κατ᾽ ὀλίγους, οἷα ἐν τῷ τοιούτῳ, καὶ 2 σπουδῇ ἀτάκτως χωροῦντας, ἔς τε τὰ καίρια παραγυμνουμένους ἔπαιον, καὶ ἐς τὰ πηλώδη τά τε ῥοώδη ἐσπίπτοντάς πῃ 3 καὶ ἐνισχομένους καὶ παραφερομένους ἔβαλλον.

1 e)pa/|ceia/n Dind., e)pa/ceia/n LM.

2 kai\ placed here by Bs., before kat' o)li/gous in LM.

3 ph| Cary, w(s LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: