previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39. Ἀντώνιος δὲ ἐν τούτῳ τῆς μὲν ἀρχῆς αὐθημερὸν ἐξέστη, Λούκιον Σεμπρώνιον Ἀτρατῖνον ἀντικαταστήσας: ὅθεν εἰσὶν οἳ τοῦτον ἀλλ᾽ οὐκ ἐκεῖνον ἐν [2] τῇ τῶν ὑπάτων ἀπαριθμήσει ὀνομάζουσι: πράττων δ᾽ ὅπως ὡς ὅτι ἀπονώτατα τὸν Ἀρμένιον τιμωρήσηται, τήν τε θυγατέρα αὐτοῦ ὡς καὶ τῷ Ἀλεξάνδρῳ τῷ υἱεῖ συνοικίσων ᾔτησε, Κύιντόν τινα Δέλλιον παιδικά ποτε ἑαυτοῦ γενόμενον πέμψας, [3] καὶ πολλά τινα αὐτῷ δώσειν ὑπέσχετο. καὶ τέλος ἔς τε τὴν Νικόπολιν τὴν τοῦ Πομπηίου αἰφνίδιον ἅμα τῷ ἦρι ἦλθε, κἀνταῦθα αὐτὸν ὡς καὶ συμβουλεύσοντα καὶ συμπράξοντά τινα κατὰ τῶν Πάρθων μετεπέμψατο. ἐπειδή τε οὐκ ἀφίκετο τὴν ἐπιβουλὴν ὑποπτεύσας, τόν τε Δέλλιον αὖθις ἐς λόγους οἱ προσέπεμψε, καὶ αὐτὸς οὐδὲν ἧττον σπουδῇ [4] πρὸς τὰ Ἀρτάξατα ἤλασε. καὶ οὕτως αὐτὸν ὀψέ ποτε, τὰ μὲν πείθων διὰ τῶν ἑταίρων, τὰ δὲ καὶ διὰ τῶν στρατιωτῶν καταπλήσσων, πάντα τε ἁπλῶς ὡς πρὸς φίλον καὶ γράφων καὶ πράττων, [5] ἐπηγάγετο ἐς τὸ στρατόπεδον ἐσελθεῖν. κἀνταῦθα συλλαβὼν τὰ μὲν πρῶτα ἄδετόν τε εἶχε, καὶ κατὰ [p. 422] τὰ φρούρια ἐν οἷς οἱ θησαυροὶ ἦσαν περιῆγεν, εἴ πως ἀμαχεί σφας λάβοι, σκηπτόμενος δι᾽ οὐδὲν ἄλλο αὐτὸν συνειληφέναι 1 ἵνα τοὺς Ἀρμενίους καὶ ἐπὶ τῇ σωτηρίᾳ καὶ ἐπὶ τῇ βασιλείᾳ αὐτοῦ [6] δασμολογήσῃ. ὡς δ᾽ οὔτε οἱ χρυσοφύλακες 2 προσεῖχον αὐτῷ καὶ οἱ τὰ ὅπλα ἔχοντες Ἀρτάξην τὸν πρεσβύτατον τῶν παίδων αὐτοῦ βασιλέα ἀνθείλοντο, ἔδησεν αὐτὸν ἀργυραῖς ἁλύσεσιν: αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἦν βασιλέα αὐτὸν γεγονότα

1 At this point a folio is lost in L, shich resumes in chap. 42, 3.

2 xrusofu/lakes R. Steph., xrusiofu/lakes M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: