previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50. ἐν τῇ Κύμῃ τῇ Καμπανίδι χωρίον τι μεταξὺ Μισηνοῦ καὶ Πουτεόλων μηνοειδές ἐστιν: ὄρεσί τε [p. 328] γὰρ σμικροῖς καὶ ψιλοῖς, πλὴν βραχέων, περιείληπται, [2] καὶ θάλασσαν τριπλῆν κολπώδη ἔχει. μὲν γὰρ ἔξω τε καὶ πρὸς ταῖς πόλεσίν ἐστιν, δ᾽ ὀλίγῃ διαφυῇ ἀπ᾽ αὐτῆς διείργεται, ἄλλη ἐν αὐτῷ τῷ μυχῷ λιμνώδης ὁρᾶται. καὶ καλεῖται αὕτη μὲν Ἀουερνίς, δὲ μέση Λουκρινίς: 1 γὰρ ἔξω, τοῦ Τυρσηνικοῦ οὖσα, ἐς ἐκεῖνο καὶ τὴν ἐπωνυμίαν [3] τελεῖ. ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ τῇ ἐντὸς ἑκατέρας στενοῖς τότε ἔσπλοις τὸ διεῖργον τὴν Λουκρινίδα ἀπὸ τοῦ πελάγους ἐπ᾽ ἀμφότερα παρ᾽ αὐτὴν τὴν ἤπειρον Ἀγρίππας συντρήσας λιμένας [4] ναυλοχωτάτους ἀπέδειξεν. ἐργαζομένων δ᾽ αὐτῶν εἰκών τις ὑπὲρ τῆς Ἀουερνίδος, εἴτ᾽ οὖν τῆς Καλυψοῦς, τὸ χωρίον ἀνατιθέασιν, ἐς καὶ τὸν Ὀδυσσέα ἐσπλεῦσαι λέγουσιν, εἴτε καὶ ἑτέρας τινὸς ἡρωίνης οὖσα, ἱδρῶτος ὥσπερ τι σῶμα ἀνθρώπινον ἀνεπλήσθη. καὶ τοῦτο μὲν ὅπῃ ποτ᾽ ἐσήμαινεν, 2 οὐκ ἔχω εἰπεῖν: τὰ δ᾽ ἄλλα ὅσα ἐν τῷ τόπῳ ἐκείνῳ ἀξιαφήγητα ἐθεασάμην, φράσω.

1 *loukrini/s Dind., loukrhni/s LM.

2 pot' e)sh/mainen v. Hers. (sho also reads o(/ti for o(/ph|), pote sumbai/nei LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: